§7.228.1θαφθεῖσι δέ σφι αὐτοῦ ταύτῃ τῇ περ ἔπεσον, καὶ τοῖσι πρότερον τελευτήσασι ἢ ὑπὸ Λεωνίδεω ἀποπεμφθέντας οἴχεσθαι, ἐπιγέγραπται γράμματα λέγοντα τάδε. "
μυριάσιν ποτὲ τῇδε τριηκοσίαις ἐμάχοντο
ἐκ Πελοποννάσου χιλιάδες τέτορες. "
在他们牺牲的当地安葬的人,以及在被列奥尼达遣返者离去之前就战死的人,为他们刻有如下内容的铭文: “来自伯罗奔尼撒的四千勇士,曾在此地与三百万敌军交战。
§7.228.2ταῦτα μὲν δὴ τοῖσι πᾶσι ἐπιγέγραπται, τοῖσι δὲ Σπαρτιήτῃσι ἰδίῃ. "
ὦ ξεῖνʼ, ἀγγέλλειν Λακεδαιμονίοις ὅτι τῇδε
κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι. "
” 这确实是为所有人刻写的,而为斯巴达人则单独刻写了以下内容: “过路的客人啊,请去告诉拉栖代梦人,我们顺从他们的嘱托,长眠于此。
§7.228.3Λακεδαιμονίοισι μὲν δὴ τοῦτο, τῷ δὲ μάντι τόδε. "
μνῆμα τόδε κλεινοῖο Μεγιστία, ὅν ποτε Μῆδοι
Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι,
μάντιος, ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδώς
οὐκ ἔτλη Σπάρτης ἡγεμόνα προλιπεῖν. "
” 为拉栖代梦人的确实是这一首,而为先知则是这一首: “这是著名的先知梅吉斯提亚斯之墓,波斯人越过斯佩耳刻俄斯河时将他杀害;他当时虽已清楚知道即将来临的死神,却不忍舍弃斯巴达的统帅离去。
§7.228.4ἐπιγράμμασι μέν νυν καὶ στήλῃσι, ἔξω ἢ τὸ τοῦ μάντιος ἐπίγραμμα, Ἀμφικτύονες εἰσὶ σφέας οἱ ἐπικοσμήσαντες· τὸ δὲ τοῦ μάντιος Μεγιστίεω Σιμωνίδης ὁ Λεωπρέπεος ἐστὶ κατὰ ξεινίην ὁ ἐπιγράψας.
” 除了先知的铭文之外,用这些铭文和石柱来表彰他们的是大安菲克提翁同盟;而先知梅吉斯提亚斯的铭文,则是列奥普勒佩斯之子西摩尼得斯出于宾客之谊亲自刻写的。