§7.228.1θαφθεῖσι δέ σφι αὐτοῦ ταύτῃ τῇ περ ἔπεσον, καὶ τοῖσι πρότερον τελευτήσασι ἢ ὑπὸ Λεωνίδεω ἀποπεμφθέντας οἴχεσθαι, ἐπιγέγραπται γράμματα λέγοντα τάδε.
彼らが倒れたまさにその場所に葬られた人々、および、レオニダスによって送り返されて去った者たちより前に戦死した人々のために、次のように記した碑文が刻まれている。
"
μυριάσιν ποτὲ τῇδε τριηκοσίαις ἐμάχοντο
ἐκ Πελοποννάσου χιλιάδες τέτορες. "
"かつてここで、ペロポネソスからの四千の兵が、三百万の敵と戦った。
§7.228.2ταῦτα μὲν δὴ τοῖσι πᾶσι ἐπιγέγραπται, τοῖσι δὲ Σπαρτιήτῃσι ἰδίῃ.
"これらは全員のために刻まれているが、スパルタ人には個別に次のものが刻まれている。
"
ὦ ξεῖνʼ, ἀγγέλλειν Λακεδαιμονίοις ὅτι τῇδε
κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι. "
"旅人よ、ラケダイモン人たちに告げておくれ、我々は彼らの言葉に従って、ここに横たわっていると。
§7.228.3Λακεδαιμονίοισι μὲν δὴ τοῦτο, τῷ δὲ μάντι τόδε.
"ラケダイモン人にはこれであるが、預言者には次のものが刻まれている。
"
μνῆμα τόδε κλεινοῖο Μεγιστία, ὅν ποτε Μῆδοι
Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι,
μάντιος, ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδώς
οὐκ ἔτλη Σπάρτης ἡγεμόνα προλιπεῖν. "
"これは高名な預言者メギスティアスの記念碑である。 かつてメディア人がスペルケオス川を渡って彼を殺した。 そのとき、迫り来る死の運命をはっきりと知りながらも、彼はスパルタの指導者を見捨てるに忍びなかったのである。
§7.228.4ἐπιγράμμασι μέν νυν καὶ στήλῃσι, ἔξω ἢ τὸ τοῦ μάντιος ἐπίγραμμα, Ἀμφικτύονες εἰσὶ σφέας οἱ ἐπικοσμήσαντες·
"預言者の碑文を除いて、碑文や石柱によって彼らを称えたのは、アンピクテュオン同盟の者たちである。
τὸ δὲ τοῦ μάντιος Μεγιστίεω Σιμωνίδης ὁ Λεωπρέπεος ἐστὶ κατὰ ξεινίην ὁ ἐπιγράψας.
一方、預言者メギスティアスの碑文は、レオプレペスの子シモニデスが、彼との友情のゆえに刻んだものである。