Humanitext Reader

希罗多德 · 历史 §7.223.1-7.223.4

希腊联军在温泉关的最后出击

第 1286 段,共 1577 段 · 希腊语

内容简介

薛西斯在午前开始进攻,希腊人则抱着必死的决心主动出击到较为开阔的地带战斗。在狭道外的激战中波斯军伤亡惨重,希腊人深知死期将至,爆发出了最后的狂热斗志。

§7.223.1Ξέρξης δὲ ἐπεὶ ἡλίου ἀνατείλαντος σπονδὰς ἐποιήσατο, ἐπισχὼν χρόνον ἐς ἀγορῆς κου μάλιστα πληθώρην πρόσοδον ἐποιέετο· καὶ γὰρ ἐπέσταλτο ἐξ Ἐπιάλτεω οὕτω·
薛西斯在日出后举行了献祭,随后等待了片刻,大约在市集繁华的时分开始发起进攻;因为埃庇阿尔特斯正是这样指示他的。
ἀπὸ γὰρ τοῦ ὄρεος ἡ κατάβασις συντομωτέρη τε ἐστὶ καὶ βραχύτερος ὁ χῶρος πολλὸν ἤ περ ἡ περίοδός τε καὶ ἀνάβασις.
因为从山上走下来的路不仅更为直接,而且比起绕行和登山的路程要缩短得多。
§7.223.2οἵ τε δὴ βάρβαροι οἱ ἀμφὶ Ξέρξην προσήισαν, καὶ οἱ ἀμφὶ Λεωνίδην Ἕλληνες, ὡς τὴν ἐπὶ θανάτῳ ἔξοδον ποιεύμενοι, ἤδη πολλῶ μᾶλλον ἢ κατʼ ἀρχὰς ἐπεξήισαν ἐς τὸ εὐρύτερον τοῦ αὐχένος.
于是,薛西斯率领的异族军队向前推进,而列奥尼达率领的希腊人,如同作赴死的出击一般,现在比最初更进一步地冲向了那狭窄颈部中较为开阔的地方。
τὸ μὲν γὰρ ἔρυμα τοῦ τείχεος ἐφυλάσσετο, οἳ δὲ ἀνὰ τὰς προτέρας ἡμέρας ὑπεξιόντες ἐς τὰ στεινόπορα ἐμάχοντο.
因为先前他们守卫着城墙的防线,在前几天里,他们只是退入狭窄的通道中进行战斗。
§7.223.3τότε δὲ συμμίσγοντες ἔξω τῶν στεινῶν ἔπιπτον πλήθεϊ πολλοὶ τῶν βαρβάρων· ὄπισθε γὰρ οἱ ἡγεμόνες τῶν τελέων ἔχοντες μάστιγας ἐρράπιζον πάντα ἄνδρα, αἰεὶ ἐς τὸ πρόσω ἐποτρύνοντες.
而此时,由于他们在狭窄通道之外交战,异族人大批大批地倒下;因为在他们后方,各队的首领手执皮鞭,鞭笞着每一个人,不停地驱使他们向前。
πολλοὶ μὲν δὴ ἐσέπιπτον αὐτῶν ἐς τὴν θάλασσαν καὶ διεφθείροντο, πολλῷ δʼ ἔτι πλεῦνες κατεπατέοντο ζωοὶ ὑπʼ ἀλλήλων· ἦν δὲ λόγος οὐδεὶς τοῦ ἀπολλυμένου.
他们中许多人落入海中淹死,还有更多的人被彼此活着践踏而死;而对于那些死去的人,根本无人理会。
§7.223.4ἅτε γὰρ ἐπιστάμενοι τὸν μέλλοντα σφίσι ἔσεσθαι θάνατον ἐκ τῶν περιιόντων τὸ ὄρος, ἀπεδείκνυντο ῥώμης ὅσον εἶχον μέγιστον ἐς τοὺς βαρβάρους, παραχρεώμενοί τε καὶ ἀτέοντες.
因为希腊人深知,那些绕过山头包抄过来的人将给他们带来不可避免的死亡,所以他们对异族人展现出了自己所能发挥的最大力量,拼死不顾,疯狂地战斗。

词汇与语法注释

  1. 7.223.1ἐς ἀγορῆς κου μάλιστα πληθώρην — 意为“大约到市集繁忙的时分”。短语 ἀγορῆς πληθώρη 是希腊传统中指代上午中后期(约上午十点至中午)的惯用表达,此处加上了表示大概和约略的虚词 κου 和 μάλιστα。
  2. 7.223.2ὡς τὴν ἐπὶ θανάτῳ ἔξοδον ποιεύμενοι — 连词 ὡς 与主格分词 ποιεύμενοι 连用,表示主语(希腊人)的主观意图或决心,译为“如同作赴死的出击一般”或“作为走向死亡的突围者”。
  3. 7.223.4ἐκ τῶν περιιόντων τὸ ὄρος — 介词短语 ἐκ τῶν περιιόντων(由那些绕山而行的人)修饰前方的名词短语 τὸν μέλλοντα σφίσι ἔσεσθαι θάνατον(即将降临于他们的死亡),指明带来死亡的直接原因(发出者)。
  4. 7.223.4παραχρεώμενοί τε καὶ ἀτέοντες — 两者均为现在分词,用作说明主句主语状态的方式(伴随状况)分词。παραχράομαι 意为“不顾生命、鲁莽行事”,ἀτέω 意为“失去理智、发狂”,形象地描绘了面临死亡的希腊士兵决死拼杀的狂热状态。

引用这一段

希罗多德, 历史 §7.223.1-7.223.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.223.1-7.223.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。