§7.223.1Ξέρξης δὲ ἐπεὶ ἡλίου ἀνατείλαντος σπονδὰς ἐποιήσατο, ἐπισχὼν χρόνον ἐς ἀγορῆς κου μάλιστα πληθώρην πρόσοδον ἐποιέετο· καὶ γὰρ ἐπέσταλτο ἐξ Ἐπιάλτεω οὕτω·
Xerxes, having made libations at sunrise, waited for some time and began his advance about the time when the market-place fills; for he had been so instructed by Ephialtes.
ἀπὸ γὰρ τοῦ ὄρεος ἡ κατάβασις συντομωτέρη τε ἐστὶ καὶ βραχύτερος ὁ χῶρος πολλὸν ἤ περ ἡ περίοδός τε καὶ ἀνάβασις.
For the descent from the mountain is more direct and the distance much shorter than the circuit and the ascent.
§7.223.2οἵ τε δὴ βάρβαροι οἱ ἀμφὶ Ξέρξην προσήισαν, καὶ οἱ ἀμφὶ Λεωνίδην Ἕλληνες, ὡς τὴν ἐπὶ θανάτῳ ἔξοδον ποιεύμενοι, ἤδη πολλῶ μᾶλλον ἢ κατʼ ἀρχὰς ἐπεξήισαν ἐς τὸ εὐρύτερον τοῦ αὐχένος.
So the barbarians with Xerxes advanced, and the Greeks with Leonidas, as men making an exit to their death, now went out much further than at first into the wider part of the pass.
τὸ μὲν γὰρ ἔρυμα τοῦ τείχεος ἐφυλάσσετο, οἳ δὲ ἀνὰ τὰς προτέρας ἡμέρας ὑπεξιόντες ἐς τὰ στεινόπορα ἐμάχοντο.
For the defense of the wall had been guarded, but on the previous days they had fought by going out into the narrows.
§7.223.3τότε δὲ συμμίσγοντες ἔξω τῶν στεινῶν ἔπιπτον πλήθεϊ πολλοὶ τῶν βαρβάρων· ὄπισθε γὰρ οἱ ἡγεμόνες τῶν τελέων ἔχοντες μάστιγας ἐρράπιζον πάντα ἄνδρα, αἰεὶ ἐς τὸ πρόσω ἐποτρύνοντες.
But now, engaging outside the narrows, many of the barbarians fell in heaps; for behind them the commanders of the companies, holding whips, scourged every man, always urging them forward.
πολλοὶ μὲν δὴ ἐσέπιπτον αὐτῶν ἐς τὴν θάλασσαν καὶ διεφθείροντο, πολλῷ δʼ ἔτι πλεῦνες κατεπατέοντο ζωοὶ ὑπʼ ἀλλήλων· ἦν δὲ λόγος οὐδεὶς τοῦ ἀπολλυμένου.
Many of them fell into the sea and perished, and far more still were trodden underfoot alive by one another; and there was no regard for those who perished.
§7.223.4ἅτε γὰρ ἐπιστάμενοι τὸν μέλλοντα σφίσι ἔσεσθαι θάνατον ἐκ τῶν περιιόντων τὸ ὄρος, ἀπεδείκνυντο ῥώμης ὅσον εἶχον μέγιστον ἐς τοὺς βαρβάρους, παραχρεώμενοί τε καὶ ἀτέοντες.
For knowing well the death that was to come upon them from those who were surrounding the mountain, they displayed the greatest strength they had against the barbarians, being reckless of their lives and acting like men possessed.