§7.219.1τοῖσι δὲ ἐν Θερμοπύλῃσι Ἑλλήνων πρῶτον μὲν ὁ μάντις Μεγιστίης ἐσιδὼν ἐς τὰ ἱρὰ ἔφρασε τὸν μέλλοντα ἔσεσθαι ἅμα ἠοῖ σφι θάνατον, ἐπὶ δὲ καὶ αὐτόμολοι ἦσαν οἱ ἐξαγγείλαντες τῶν Περσέων τὴν περίοδον.
对于在温泉关的希腊人来说,首先,预言家梅吉斯提阿斯在察看了祭品后,向他们预言了将在黎明时分降临的死亡;此外,还有些脱走兵报告了波斯人的迂回行动。
οὗτοι μὲν ἔτι νυκτὸς ἐσήμηναν, τρίτοι δὲ οἱ ἡμεροσκόποι καταδραμόντες ἀπὸ τῶν ἄκρων ἤδη διαφαινούσης ἡμέρης.
这些人还是在夜间就发出了信号,而第三批则是白天视察的哨兵,在天色已经破晓时从山顶跑下来。
§7.219.2ἐνθαῦτα ἐβουλεύοντο οἱ Ἕλληνες, καί σφεων ἐσχίζοντο αἱ γνῶμαι· οἳ μὲν γὰρ οὐκ ἔων τὴν τάξιν ἐκλιπεῖν, οἳ δὲ ἀντέτεινον.
此时,希腊人召开了会议,他们的意见产生了分歧:因为有些人不允许放弃阵地,而另一些人则坚持相反的意见。
μετὰ δὲ τοῦτο διακριθέντες οἳ μὲν ἀπαλλάσσοντο καὶ διασκεδασθέντες κατὰ πόλις ἕκαστοι ἐτράποντο, οἳ δὲ αὐτῶν ἅμα Λεωνίδῃ μένειν αὐτοῦ παρεσκευάδατο.
在此之后,他们便分道扬镳,有的人离去并分散开,各自返回自己的城邦,而他们中的另一部分人则准备与列奥尼达一起留守此地。