Humanitext Reader

希罗多德 · 历史 §7.220.1-7.220.4

列奥尼达遣走盟军的缘由与神谕

第 1283 段,共 1577 段 · 希腊语

内容简介

解释了列奥尼达遣走盟友的原因,一种说法是他出于对盟友的关怀,另一种则是他根据神谕为了斯巴达的荣誉而选择自我牺牲。

§7.220.1λέγεται δὲ καὶ ὡς αὐτός σφεας ἀπέπεμψε Λεωνίδης, μὴ ἀπόλωνται κηδόμενος· αὐτῷ δὲ καὶ Σπαρτιητέων τοῖσι παρεοῦσι οὐκ ἔχειν εὐπρεπέως ἐκλιπεῖν τὴν τάξιν ἐς τὴν ἦλθον φυλάξοντες ἀρχήν.
但也有人说,是列奥尼达本人遣走了他们,因为他担心他们会白白牺牲;而对他自己以及在场的斯巴达人来说,擅自撤离他们最初前来防守的阵地,则是极不体面的。
§7.220.2ταύτῃ καὶ μᾶλλον τὴν γνώμην πλεῖστος εἰμί, Λεωνίδην, ἐπείτε ᾔσθετο τοὺς συμμάχους ἐόντας ἀπροθύμους καὶ οὐκ ἐθέλοντας συνδιακινδυνεύειν, κελεῦσαι σφέας ἀπαλλάσσεσθαι, αὐτῷ δὲ ἀπιέναι οὐ καλῶς ἔχειν·
在这点上,我更倾向于以下看法:列奥尼达在察觉到盟友们态度消极、不愿共同承担危险时,便命令他们撤离,但他自己认为撤退是不光彩的。
μένοντι δὲ αὐτοῦ κλέος μέγα ἐλείπετο, καὶ ἡ Σπάρτης εὐδαιμονίη οὐκ ἐξηλείφετο.
如果他留守此地,不仅能为自己留下极大的名声,斯巴达的繁荣也不会被抹去。
§7.220.3ἐκέχρηστο γὰρ ὑπὸ τῆς Πυθίης τοῖσι Σπαρτιήτῃσι χρεωμένοισι περὶ τοῦ πολέμου τούτου αὐτίκα κατʼ ἀρχὰς ἐγειρομένου, ἢ Λακεδαίμονα ἀνάστατον γενέσθαι ὑπὸ τῶν βαρβάρων ἢ τὸν βασιλέα σφέων ἀπολέσθαι. ταῦτα δέ σφι ἐν ἔπεσι ἑξαμέτροισι χρᾷ λέγοντα ὧδε.
因为在战争刚刚爆发之初,女祭司皮提亚就对前来求问这场战争的斯巴达人降下了神谕:要么拉刻代蒙被野蛮人毁灭,要么他们的国王阵亡。
§7.220.4" ὑμῖν δʼ, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο, ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπʼ ἀνδράσι Περσεΐδῃσι πέρθεται, ἢ τὸ μὲν οὐχί, ἀφʼ Ἡρακλέους δὲ γενέθλης πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος.
她用六音步诗向他们宣示,内容如下: "宽阔的斯巴达居民啊,对于你们,要么你们那伟大而荣耀的城市被佩尔修斯后裔的男子摧毁,要么并非如此,但拉刻代蒙的土地将为赫拉克勒斯后代中一位逝去的国王哀悼。
οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων ἀντιβίην· Ζηνὸς γὰρ ἔχει μένος· οὐδέ ἑ φημί σχήσεσθαι, πρὶν τῶνδʼ ἕτερον διὰ πάντα δάσηται.
因为即使是公牛或雄狮的力量也无法阻挡他,因为他拥有宙斯的力量;我断言,在彻底撕裂这两者之一以前,他绝不会止步。
" ταῦτά τε δὴ ἐπιλεγόμενον Λεωνίδην, καὶ βουλόμενον κλέος καταθέσθαι μούνωνΣπαρτιητέων, ἀποπέμψαι τοὺς συμμάχους μᾶλλον ἢ γνώμῃ διενειχθέντας οὕτω ἀκόσμως οἴχεσθαι τοὺς οἰχομένους.
"列奥尼达正是由于考虑到了这些,并且希望将这份荣耀仅留给斯巴达人,才遣走了盟友,而不想让那些离去的人因为意见分歧而如此无秩序地撤离。

词汇与语法注释

  1. §7.220.1οὐκ ἔχειν εὐπρεπέως — 在由 λέγεται 引导的间接引语中,不定式 ἔχειν 与副词 εὐπρεπέως 连用,相当于非人称的 εἶναι 加上形容词,表示“对……(与格)来说,做某事是不体面的”。
  2. §7.220.2τὴν γνώμην πλεῖστος εἰμί — τὴν γνώμην 是关系宾格(“在观点方面”)。πλεῖστος εἰμί 是希罗多德特有的表达,意为“我是最倾向于……的”,整句表示“在这一点上我极力赞同以下看法”。
  3. §7.220.4Λακεδαίμονος οὖρος — οὖρος 是爱奥尼亚/史诗方言词汇,可解释为(1)“边界、领土”(相当于雅典方言的 ὅρος)或(2)“守护者”(相当于 φύλαξ)。此处采用第(1)种解释,作主语,意为“拉刻代蒙的土地将哀悼(逝去的国王)”。
  4. §7.220.4ἀποπέμψαι — 这是承接 220.2 中 τὴν γνώμην πλεῖστος εἰμί(我极力赞同以下看法)开始的长篇“对格加不定式”结构的总结性不定式。其逻辑主语为对格的 Λεωνίδην,而 ἀποπέμψαι 在此结构中充当主要动词,构成了宏大的倒装(hyperbaton)句式。

引用这一段

希罗多德, 历史 §7.220.1-7.220.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.220.1-7.220.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。