Humanitext Reader

希罗多德 · 历史 §7.218.1-7.218.3

福基斯人的交锋与波斯军的下山

第 1281 段,共 1577 段 · 希腊语

内容简介

波斯人因踩踏橡树落叶发出的沙沙声而被福基斯人察觉。福基斯人撤退到山顶并做好必死准备,而波斯人无视他们并迅速下山。

§7.218.1ἔμαθον δὲ σφέας οἱ Φωκέες ὧδε ἀναβεβηκότας· ἀναβαίνοντες γὰρ ἐλάνθανον οἱ Πέρσαι τὸ ὄρος πᾶν ἐὸν δρυῶν ἐπίπλεον.
福基斯人是通过以下方式发现他们已经登上来沙:因为在波斯人行动时,由于整座山都长满了橡树,所以他们没有被察觉。
ἦν μὲν δὴ νηνεμίη, ψόφου δὲ γινομένου πολλοῦ, ὡς οἰκὸς ἦν φύλλων ὑποκεχυμένων ὑπὸ τοῖσι ποσί, ἀνά τε ἔδραμον οἱ Φωκέες καὶ ἐνέδυνον τὰ ὅπλα, καὶ αὐτίκα οἱ βάρβαροι παρῆσαν.
当时确实毫无风声,但当因为脚下铺满落叶而如期产生巨大的沙沙声时,福基斯人便一跃而起,开始穿戴盔甲,而异族人也立刻出现在眼前。
§7.218.2ὡς δὲ εἶδον ἄνδρας ἐνδυομένους ὅπλα, ἐν θώματι ἐγένοντο· ἐλπόμενοι γὰρ οὐδένα σφι φανήσεσθαι ἀντίξοον ἐνεκύρησαν στρατῷ.
当他们看见有人在穿戴盔甲时,感到十分惊异;因为他们本以为不会有任何人出现阻拦他们,却不料遇上了一支军队。
ἐνθαῦτα Ὑδάρνης καταρρωδήσας μὴ οἱ Φωκέες ἔωσι Λακεδαιμόνιοι, εἴρετο Ἐπιάλτην ὁποδαπὸς εἴη ὁ στρατός, πυθόμενος δὲ ἀτρεκέως διέτασσε τοὺς Πέρσας ὡς ἐς μάχην.
此时,许达尔内斯因害怕这些福基斯人是拉刻代蒙人,便向埃庇阿尔特斯询问这支军队是哪里的;在确切地得知情况后,他便部署波斯人准备战斗。
§7.218.3οἱ δὲ Φωκέες ὡς ἐβάλλοντο τοῖσι τοξεύμασι πολλοῖσί τε καὶ πυκνοῖσι, οἴχοντο φεύγοντες ἐπὶ τοῦ ὄρεος τὸν κόρυμβον, ἐπιστάμενοι ὡς ἐπὶ σφέας ὁρμήθησαν ἀρχήν, καὶ παρεσκευάδατο ὡς ἀπολεόμενοι.
而福基斯人遭到又多又密的箭雨射击时,便逃往山顶,他们以为敌人一开始就是冲着他们而来的,并做好了必死的准备。
οὗτοι μὲν δὴ ταῦτα ἐφρόνεον, οἱ δὲ ἀμφὶ Ἐπιάλτην καὶ Ὑδάρνεα Πέρσαι Φωκέων μὲν οὐδένα λόγον ἐποιεῦντο, οἳ δὲ κατέβαινον τὸ ὄρος κατὰ τάχος.
就在这些人如此作想之时,埃庇阿尔特斯和许达尔内斯率领的波斯人根本不理会福基斯人,而是迅速向山下走去。

词汇与语法注释

  1. §7.218.1ἀναβαίνοντες γὰρ ἐλάνθανον — 动词 λανθάνω 与主格分词结合,表示“不为人知地做某事”或“在未被察觉的情况下做某事”。此处意为“他们(波斯人)在登山时未被察觉”。
  2. §7.218.1ἐὸν δρυῶν ἐπίπλεον — ἐόν 是存在动词 εἰμί 的中性单数分词(爱奥尼亚方言,相当于雅典方言的 ὄν),修饰 τὸ ὄρος πᾶν(整座山)。形容词 ἐπίπλεον(满的)支配属格 δρυῶν(橡树)。
  3. §7.218.2καταρρωδήσας μὴ οἱ Φωκέες ἔωσι — 在表示担忧的动词 καταρρωδέω(害怕)之后,连词 μὴ 引导接续法(ἔωσι 是 εἰμί 的第三人称复数接续法,相当于雅典方言的 ὦσι),表示“唯恐/害怕福基斯人是……”。
  4. §7.218.3οἴχοντο φεύγοντες — 动词 οἴχομαι 与分词结合,强调动作的完成和随后的离去,意为“逃跑而去了”。
  5. §7.218.3παρεσκευάδατο — 这是动词 παρασκευάζω 的第三人称复数过去完成时被动语态的爱奥尼亚方言形式(词尾为 -ατο,相当于雅典方言的 παρεσκευασμένοι ἦσαν),意为“他们已经做好了(必死的)准备”。

引用这一段

希罗多德, 历史 §7.218.1-7.218.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.218.1-7.218.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。