§7.217.1κατὰ ταύτην δὴ τὴν ἀτραπὸν καὶ οὕτω ἔχουσαν οἱ Πέρσαι, τὸν Ἀσωπὸν διαβάντες, ἐπορεύοντο πᾶσαν τὴν νύκτα, ἐν δεξιῇ μὲν ἔχοντες ὄρεα τὰ Οἰταίων, ἐν ἀριστερῇ δὲ τὰ Τρηχινίων.
沿着这条小路,且在这条小路处于上述状态的情况下,波斯人在渡过阿索波斯河后,整夜行军,右侧是奥伊塔人的山脉,左侧是特拉克斯人的山脉。
ἠώς τε δὴ διέφαινε καὶ οἳ ἐγένοντο ἐπʼ ἀκρωτηρίῳ τοῦ ὄρεος.
黎明破晓时分,他们便到达了山顶。
§7.217.2κατὰ δὲ τοῦτο τοῦ ὄρεος ἐφύλασσον, ὡς καὶ πρότερόν μοι εἴρηται, Φωκέων χίλιοι ὁπλῖται, ῥυόμενοί τε τὴν σφετέρην χώρην καὶ φρουρέοντες τὴν ἀτραπόν.
正如我之前所说,在山的这个地方,有一千名福基斯人的重装步兵在防守,他们既保卫着自己的国土,又看守着这条小路。
ἡ μὲν γὰρ κάτω ἐσβολὴ ἐφυλάσσετο ὑπὸ τῶν εἴρηται· τὴν δὲ διὰ τοῦ ὄρεος ἀτραπὸν ἐθελονταὶ Φωκέες ὑποδεξάμενοι Λεωνίδῃ ἐφύλασσον.
因为下方的通道是由前面提到的那些人防守的,而通过山区的这条小路,则是福基斯人自愿向列奥尼达承担起防守任务并予以看守的。