§7.218.1ἔμαθον δὲ σφέας οἱ Φωκέες ὧδε ἀναβεβηκότας· ἀναβαίνοντες γὰρ ἐλάνθανον οἱ Πέρσαι τὸ ὄρος πᾶν ἐὸν δρυῶν ἐπίπλεον.
The Phocians discovered that they had ascended in the following way: for as they were climbing, the Persians were unnoticed because the whole mountain was full of oak trees.
ἦν μὲν δὴ νηνεμίη, ψόφου δὲ γινομένου πολλοῦ, ὡς οἰκὸς ἦν φύλλων ὑποκεχυμένων ὑπὸ τοῖσι ποσί, ἀνά τε ἔδραμον οἱ Φωκέες καὶ ἐνέδυνον τὰ ὅπλα, καὶ αὐτίκα οἱ βάρβαροι παρῆσαν.
It was indeed windless, but when a great rustling arose, as was natural with leaves strewn underfoot, the Phocians sprang up and began to put on their armor, and immediately the barbarians were present.
§7.218.2ὡς δὲ εἶδον ἄνδρας ἐνδυομένους ὅπλα, ἐν θώματι ἐγένοντο· ἐλπόμενοι γὰρ οὐδένα σφι φανήσεσθαι ἀντίξοον ἐνεκύρησαν στρατῷ.
When they saw men putting on their armor, they were thrown into amazement; for expecting that no one would appear to oppose them, they had encountered an army.
ἐνθαῦτα Ὑδάρνης καταρρωδήσας μὴ οἱ Φωκέες ἔωσι Λακεδαιμόνιοι, εἴρετο Ἐπιάλτην ὁποδαπὸς εἴη ὁ στρατός, πυθόμενος δὲ ἀτρεκέως διέτασσε τοὺς Πέρσας ὡς ἐς μάχην.
Thereupon Hydarnes, fearing that the Phocians might be Lacedaemonians, asked Ephialtes of what country the army was; and having learned the truth accurately, he drew up the Persians as if for battle.
§7.218.3οἱ δὲ Φωκέες ὡς ἐβάλλοντο τοῖσι τοξεύμασι πολλοῖσί τε καὶ πυκνοῖσι, οἴχοντο φεύγοντες ἐπὶ τοῦ ὄρεος τὸν κόρυμβον, ἐπιστάμενοι ὡς ἐπὶ σφέας ὁρμήθησαν ἀρχήν, καὶ παρεσκευάδατο ὡς ἀπολεόμενοι.
But the Phocians, as they were hit by many and thick arrows, fled and went away to the crest of the mountain, believing that the enemy had made the attack against them from the beginning, and they made ready as if to perish.
οὗτοι μὲν δὴ ταῦτα ἐφρόνεον, οἱ δὲ ἀμφὶ Ἐπιάλτην καὶ Ὑδάρνεα Πέρσαι Φωκέων μὲν οὐδένα λόγον ἐποιεῦντο, οἳ δὲ κατέβαινον τὸ ὄρος κατὰ τάχος.
While these men indeed were of this mind, the Persians with Ephialtes and Hydarnes paid no regard to the Phocians, but began to descend the mountain with speed.