§7.206.1τούτους μὲν τοὺς ἀμφὶ Λεωνίδην πρώτους ἀπέπεμψαν Σπαρτιῆται, ἵνα τούτους ὁρῶντες οἱ ἄλλοι σύμμαχοι στρατεύωνται μηδὲ καὶ οὗτοι μηδίσωσι, ἢν αὐτοὺς πυνθάνωνται ὑπερβαλλομένους·
斯巴达人首先派遣了列奥尼达斯率领的这些人,是为了让其他盟友在看到他们时也出兵,并且如果他们得知他们(斯巴达人)在拖延,自己也不至于也投靠波斯。
μετὰ δέ, Κάρνεια γάρ σφι ἦν ἐμποδών, ἔμελλον ὁρτάσαντες καὶ φυλακὰς λιπόντες ἐν τῇ Σπάρτῃ κατὰ τάχος βοηθέειν πανδημεί.
至于此后,由于卡尔纳伊亚节阻碍了他们,他们打算在庆祝完节日并在斯巴达留守卫兵之后,迅速出动全军前去增援。
§7.206.2ὣς δὲ καὶ οἱ λοιποὶ τῶν συμμάχων ἐνένωντο καὶ αὐτοὶ ἕτερα τοιαῦτα ποιήσειν· ἦν γὰρ κατὰ τὠυτὸ Ὀλυμπιὰς τούτοισι τοῖσι πρήγμασι συμπεσοῦσα· οὔκων δοκέοντες κατὰ τάχος οὕτω διακριθήσεσθαι τὸν ἐν Θερμοπύλῃσι πόλεμον ἔπεμπον τοὺς προδρόμους.
同样,其余的盟友自己也打算做其他类似的事情;因为奥林匹克运动会恰好在同一时期与这些事件重合;因此他们认为在温泉关的战事不会如此迅速地见出分晓,于是派遣了先遣队。