§7.205.1διξῶν γάρ οἱ ἐόντων πρεσβυτέρων ἀδελφεῶν, Κλεομένεός τε καὶ Δωριέος, ἀπελήλατο τῆς φροντίδος περὶ τῆς βασιληίης.
因为他有两个哥哥,即克莱奥梅内斯和多里厄乌斯,所以他曾被排除在对王位的考虑之外。
ἀποθανόντος δὲ Κλεομένεος ἄπαιδος ἔρσενος γόνου, Δωριέος τε οὐκέτι ἐόντος ἀλλὰ τελευτήσαντος καὶ τούτου ἐν Σικελίῃ, οὕτω δὴ ἐς Λεωνίδην ἀνέβαινε ἡ βασιληίη, καὶ διότι πρότερος ἐγεγόνεε Κλεομβρότου· οὗτος γὰρ ἦν νεώτατος Ἀναξανδρίδεω παῖς καὶ δὴ καὶ εἶχε Κλεομένεος θυγατέρα.
但是,在克莱奥梅内斯没有男性子嗣而去世,且多里厄乌斯也不再人世、他也已在西西里去世之后,王位就这样传到了列奥尼达斯身上,也因为他比克莱奥姆布罗托斯年长;因为后者是阿那克桑德里德斯最小的儿子,而且他还娶了克莱奥梅内斯的女儿为妻。
§7.205.2ὃς τότε ἤιε ἐς Θερμοπύλας ἐπιλεξάμενος ἄνδρας τε τοὺς κατεστεῶτας τριηκοσίους καὶ τοῖσι ἐτύγχανον παῖδες ἐόντες· παραλαβὼν δὲ ἀπίκετο καὶ Θηβαίων τοὺς ἐς τὸν ἀριθμὸν λογισάμενος εἶπον, τῶν ἐστρατήγεε Λεοντιάδης ὁ Εὐρυμάχου.
当时他前往温泉关,选拔了规定的三百名壮士,并且是那些碰巧已有子嗣的人;他带着他们一同到达,同时也带去了我在计算人数时提到的底比斯人,他们的统帅是欧律马科斯之子莱翁蒂亚德斯。
§7.205.3τοῦδε δὲ εἵνεκα τούτους σπουδὴν ἐποιήσατο Λεωνίδης μούνους Ἑλλήνωι παραλαβεῖν, ὅτι σφέων μεγάλως κατηγόρητο μηδίζειν· παρεκάλεε ὦν ἐς τὸν πόλεμον, θέλων εἰδέναι εἴτε συμπέμψουσι εἴτε καὶ ἀπερέουσι ἐκ τοῦ ἐμφανέος τὴν Ἑλλήνων συμμαχίην.
列奥尼达斯之所以特别热切地只带领希腊人中的这些人,是因为他们被强烈指控投靠波斯;因此他召集他们参战,想知道他们是会一同派遣军队,还是会公开拒绝希腊人的联盟。
οἳ δὲ ἀλλοφρονέοντες ἔπεμπον.
而他们虽然心怀异志,但还是派遣了军队。