Humanitext Reader

希罗多德 · 历史 §7.194.1-7.194.3

落后波斯船只的被俘与指挥官桑多凯斯

第 1257 段,共 1577 段 · 希腊语

内容简介

波斯舰队中落后的十五艘船只误将希腊舰队认作己方而被俘,其指挥官桑多凯斯曾因大流士王的宽恕而免于磔刑的往事随之被提及。

§7.194.1πεντεκαίδεκα δὲ τῶν νεῶν τουτέων ἔτυχόν τε ὕσταται πολλὸν ἐξαναχθεῖσαι καί κως κατεῖδον τὰς ἐπʼ Ἀρτεμισίῳ τῶν Ἑλλήνων νέας.
这些船只中有十五艘起航得极晚,不知怎的,它们看见了停泊在阿提密西昂的希腊船只。
ἔδοξάν τε δὴ τὰς σφετέρας εἶναι οἱ βάρβαροι καὶ πλέοντες ἐσέπεσον ἐς τοὺς πολεμίους·
野蛮人以为那是己方的船只,便驶上前去,落入敌手。
τῶν ἐστρατήγεε ὁ ἀπὸ Κύμης τῆς Αἰολίδος ὕπαρχος Σανδώκης ὁ Θαμασίου τὸν δὴ πρότερον τούτων βασιλεὺς Δαρεῖος ἐπʼ αἰτίῃ τοιῇδε λαβὼν ἀνεσταύρωσε ἐόντα τῶν βασιληίων δικαστέων.
指挥这些船只的是来自埃奥利斯库梅的希腊地方长官、萨马西奥斯之子桑多凯斯。
ὁ Σανδώκης ἐπὶ χρήμασι ἄδικον δίκην ἐδίκασε.
在此之前,大流士王曾因以下罪名逮捕了他并将其处以磔刑,尽管他当时是皇家法官之一:桑多凯斯为了金钱而做出了不公正的判决。
§7.194.2ἀνακρεμασθέντος ὦν αὐτοῦ, λογιζόμενος ὁ Δαρεῖος εὗρέ οἱ πλέω ἀγαθὰ τῶν ἁμαρτημάτων πεποιημένα ἐς οἶκον τὸν βασιλήιον· εὑρὼν δὲ τοῦτο ὁ Δαρεῖος, καὶ γνοὺς ὡς ταχύτερα αὐτὸς ἢ σοφώτερα ἐργασμένος εἴη, ἔλυσε.
当他被悬挂起来时,大流士经过权衡,发现他为王室所做的善行多于他的过错;大流士发现了这一点,并意识到自己行事过于仓促而非明智,于是释放了他。
§7.194.3βασιλέα μὲν δὴ Δαρεῖον οὕτω διαφυγὼν μὴ ἀπολέσθαι περιῆν, τότε δὲ ἐς τοὺς Ἕλληνας καταπλώσας ἔμελλε οὐ τὸ δεύτερον διαφυγὼν ἔσεσθαι·
他曾这样避开大流士王而免于一死,得以幸存,但如今他驶入了希腊人之中,便注定无法第二次逃脱。
ὡς γὰρ σφέας εἶδον προσπλέοντας οἱ Ἕλληνες, μαθόντες αὐτῶν τὴν γινομένην ἁμαρτάδα, ἐπαναχθέντες εὐπετέως σφέας εἷλον.
因为当希腊人看到他们驶来,察觉到他们所犯的错误后,便出海迎战,轻易地将他们捕获。

词汇与语法注释

  1. §7.194.1ἔτυχόν τε ὕσταται πολλὸν ἐξαναχθεῖσαι — “τυγχάνω + 分词”结构表示“碰巧……”或“结果……”,此处与 ἐξαναχθεῖσαι(ἐξανάγω“使出航”的被动不定过去分词阴性复数主格)结合。ὕσταται(ὕστατος 的中性复数宾格)与 πολλόν(πολύς 的中性单数宾格,爱奥尼亚方言)皆作副词使用,意为“远远落后地”。
  2. §7.194.2ταχύτερα αὐτὸς ἢ σοφώτερα ἐργασμένος εἴη — 两个比较级由 ἤ 连接,表示两种性质程度上的对比,意为“与其说是明智,不如说是仓促”。ἐργασμένος εἴη 是动词 ἐργάζομαι 的完成时祈愿式(斜格祈愿式),由于主句动词(ἔλυσε)为过去时,从而在 ὡς 从句中采用此形式。
  3. §7.194.3ἔμελλε οὐ τὸ δεύτερον διαφυγὼν ἔσεσθαι — 采用完成时分词(διαφυγών)与将来时不定式(ἔσεσθαι)的迂回结构,代替了通常的“ἔμελλε + 将来时不定式”。此处的 μέλλω 表示命运或必然性,意为“他注定无法第二次逃脱”(字面意为“他不可能处于已经逃脱的状态”)。

引用这一段

希罗多德, 历史 §7.194.1-7.194.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.194.1-7.194.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。