§7.194.1πεντεκαίδεκα δὲ τῶν νεῶν τουτέων ἔτυχόν τε ὕσταται πολλὸν ἐξαναχθεῖσαι καί κως κατεῖδον τὰς ἐπʼ Ἀρτεμισίῳ τῶν Ἑλλήνων νέας.
Now fifteen of these ships happened to have put out to sea far later than the rest, and somehow descried the ships of the Greeks at Artemisium.
ἔδοξάν τε δὴ τὰς σφετέρας εἶναι οἱ βάρβαροι καὶ πλέοντες ἐσέπεσον ἐς τοὺς πολεμίους·
Thinking that these were their own, the barbarians sailed on and fell in with the enemy.
τῶν ἐστρατήγεε ὁ ἀπὸ Κύμης τῆς Αἰολίδος ὕπαρχος Σανδώκης ὁ Θαμασίου τὸν δὴ πρότερον τούτων βασιλεὺς Δαρεῖος ἐπʼ αἰτίῃ τοιῇδε λαβὼν ἀνεσταύρωσε ἐόντα τῶν βασιληίων δικαστέων. ὁ Σανδώκης ἐπὶ χρήμασι ἄδικον δίκην ἐδίκασε.
These ships were commanded by Sandoces son of Thamasius, the governor from Cyme in Aeolis, whom King Darius had previously captured and impaled on the following charge, even though he was one of the royal judges: Sandoces had given an unjust judgment in exchange for money.
§7.194.2ἀνακρεμασθέντος ὦν αὐτοῦ, λογιζόμενος ὁ Δαρεῖος εὗρέ οἱ πλέω ἀγαθὰ τῶν ἁμαρτημάτων πεποιημένα ἐς οἶκον τὸν βασιλήιον· εὑρὼν δὲ τοῦτο ὁ Δαρεῖος, καὶ γνοὺς ὡς ταχύτερα αὐτὸς ἢ σοφώτερα ἐργασμένος εἴη, ἔλυσε.
So when he had been hung up, Darius, upon reckoning, found that the good deeds done by him for the royal house were more than his offenses; and having found this, and having realized that he himself had acted with more haste than wisdom, Darius released him.
§7.194.3βασιλέα μὲν δὴ Δαρεῖον οὕτω διαφυγὼν μὴ ἀπολέσθαι περιῆν, τότε δὲ ἐς τοὺς Ἕλληνας καταπλώσας ἔμελλε οὐ τὸ δεύτερον διαφυγὼν ἔσεσθαι·
Having thus escaped King Darius so as not to perish, he had survived; but now, having sailed down into the midst of the Greeks, he was not destined to escape a second time.
ὡς γὰρ σφέας εἶδον προσπλέοντας οἱ Ἕλληνες, μαθόντες αὐτῶν τὴν γινομένην ἁμαρτάδα, ἐπαναχθέντες εὐπετέως σφέας εἷλον.
For when the Greeks saw them sailing towards them, perceiving the mistake they were making, they put out to sea and easily captured them.