§7.191.1σιταγωγῶν δὲ ὁλκάδων καὶ τῶν ἄλλων πλοίων διαφθειρομένων οὐκ ἐπῆν ἀριθμός.
被毁坏的运粮商船和其他船只数不胜数。
ὥστε δείσαντες οἱ στρατηγοὶ τοῦ ναυτικοῦ στρατοῦ μή σφι κεκακωμένοισι ἐπιθέωνται οἱ Θεσσαλοί, ἕρκος ὑψηλὸν ἐκ τῶν ναυηγίων περιεβάλοντο·
因此,海军将领们担心萨利安人会乘虚袭击他们这些受创之人,便用海难的残骸在周围筑起了一道高高的防壁。
§7.191.2ἡμέρας γὰρ δὴ ἐχείμαζε τρεῖς.
因为风暴确实持续肆虐了三天。
τέλος δὲ ἔντομά τε ποιεῦντες καὶ καταείδοντες γόησι οἱ Μάγοι τῷ ἀνέμῳ, πρός τε τούτοισι καὶ τῇ Θέτι καὶ τῇσι Νηρηίσι θύοντες, ἔπαυσαν τετάρτῃ ἡμέρῃ, ἢ ἄλλως κως αὐτὸς ἐθέλων ἐκόπασε.
但最终,麦琪僧侣们通过献祭牺牲并向风吟唱法术,此外还向忒提斯及涅瑞伊得斯神女们献祭,在第四天平息了风暴,又或者,是风自己出于某种其他原因主动停息了。
τῇ δὲ Θέτι ἔθυον πυθόμενοι παρὰ τῶν Ἰώνων τὸν λόγον. ὡς ἐκ τοῦ χώρου τούτου ἁρπασθείη ὑπὸ Πηλέος, εἴη τε ἅπασα ἡ ἀκτὴ ἡ Σηπιὰς ἐκείνης τε καὶ τῶν ἀλλέων Νηρηίδων.
他们向忒提斯献祭,是因为他们从伊奥尼亚人那里听说了这一传说:她曾在此地被佩琉斯劫持,且整个塞皮亚斯海岸都属于她和其他涅瑞伊得斯神女。