§7.18.1ταῦτά τε ἐδόκεε Ἀρτάβανος τὸ ὄνειρον ἀπειλέειν καὶ θερμοῖσι σιδηρίοισι ἐκκαίειν αὐτοῦ μέλλειν τοὺς ὀφθαλμούς.
阿尔塔巴诺斯觉得,那个梦不仅在用这些话威胁他,而且正准备用炽热的铁器烧瞎他的双眼。
καὶ ὃς ἀμβώσας μέγα ἀναθρώσκει, καὶ παριζόμενος Ξέρξῃ, ὡς τὴν ὄψιν οἱ τοῦ ἐνυπνίου διεξῆλθε ἀπηγεόμενος, δεύτερά οἱ λέγει τάδε. §7.18.2ἐγὼ μέν, ὦ βασιλεῦ, οἷά ἄνθρωπος ἰδὼν ἤδη πολλά τε καὶ μεγάλα πεσόντα πρήγματα ὑπὸ ἡσσόνων, οὐκ ἔων σε τὰ πάντα τῇ ἡλικίῃ εἴκειν, ἐπιστάμενος ὡς κακὸν εἴη τὸ πολλῶν ἐπιθυμέειν, μεμνημένος μὲν τὸν ἐπὶ Μασσαγέτας Κύρου στόλον ὡς ἔπρηξε, μεμνημένος δὲ καὶ τὸν ἐπʼ Αἰθίοπας τὸν Καμβύσεω, συστρατευόμενος δὲ καὶ Δαρείῳ ἐπὶ Σκύθας.
于是他大叫一声,一跃而起,坐在克塞克塞斯身边,在向他详细讲述完梦中所见的光景之后,接着对他说了下面这些话: “大王啊,我作为一个已经见过许多庞大帝国被弱小势力击毁的人,本不愿让您在一切事上都顺从自己的年轻气盛,因为我知道贪求多得是多么有害,且牢记着居鲁士远征马萨格泰人是如何收场的,也牢记着冈比西斯对埃塞俄比亚人的征讨,而且我自己也曾随大流士一同出征斯基泰人。
§7.18.3ἐπιστάμενος ταῦτα γνώμην εἶχον ἀτρεμίζοντά σε μακαριστὸν εἶναι πρὸς πάντων ἀνθρώπων.
深知这些情况,我曾认为只要您保持静守,您就会被所有人视为幸福之人。
ἐπεὶ δὲ δαιμονίη τις γίνεται ὁρμή, καὶ Ἕλληνας, ὡς οἶκε, καταλαμβάνει τις φθορὴ θεήλατος, ἐγὼ μὲν καὶ αὐτὸς τρέπομαι καὶ τὴν γνώμην μετατίθεμαι, σὺ δὲ σήμηνον μὲν Πέρσῃσι τὰ ἐκ τοῦ θεοῦ πεμπόμενα, χρᾶσθαι δὲ κέλευε τοῖσι ἐκ σέο πρώτοισι προειρημένοισι ἐς τὴν παρασκευήν, ποίεε δὲ οὕτω ὅκως τοῦ θεοῦ παραδιδόντος τῶν σῶν ἐνδεήσει μηδέν.
但既然如今有某种神意的冲动在起作用,且正如所见,某种神遣的毁灭正在降临到希腊人头上,我自己也转变了立场,改变了看法;至于您,请向波斯人昭示神所降示的一切,并命令他们遵从您最初关于备战所做出的指示,务必做好准备,使得在神提供机会时,您这一方不会有任何遗漏。
§7.18.4τούτων δὲ λεχθέντων, ἐνθαῦτα ἐπαερθέντες τῇ ὄψι, ὡς ἡμέρη ἐγένετο τάχιστα, Ξέρξης τε ὑπερετίθετο ταῦτα Πέρσῃσι, καὶ Ἀρτάβανος, ὃς πρότερον ἀποσπεύδων μοῦνος ἐφαίνετο, τότε ἐπισπεύδων φανερὸς ἦν.
” 这些话说完之后,两人因那幻象而受到鼓舞,天一亮,克塞克塞斯便立刻将这些事向波斯人们做了交待,而此前似乎是唯一一个极力阻挠此事的阿尔塔巴诺斯,此时也显而易见地在极力促成此事了。