§7.16A.1ἴσον ἐκεῖνο ὦ βασιλεῦ παρʼ ἐμοὶ κέκριται, φρονέειν τε εὖ καὶ τῷ λέγοντι χρηστὰ ἐθέλειν πείθεσθαι·
大王啊,在我看来,以下两件事具有同等的价值:一是自己明智地思考,二是乐意听从提出有益建议的人。
τά σε καὶ ἀμφότερα περιήκοντα ἀνθρώπων κακῶν ὁμιλίαι σφάλλουσι, κατά περ τὴν πάντων χρησιμωτάτην ἀνθρώποισι θάλασσαν πνεύματα φασὶ ἀνέμων ἐμπίπτοντα οὐ περιορᾶν φύσι τῇ ἑωυτῆς χρᾶσθαι.
尽管这两者您都具备,但邪恶之人的交往却误导了您,正像人们所说的那样,狂风袭击那对人类最有利的大海,不容许它发挥其自身的本性。
§7.16A.2ἐμὲ δὲ ἀκούσαντα πρὸς σεῦ κακῶς οὐ τοσοῦτο ἔδακε λύπη ὅσον γνωμέων δύο προκειμενέων Πέρσῃσι, τῆς μὲν ὕβριν αὐξανούσης, τῆς δὲ καταπαυούσης καὶ λεγούσης ὡς κακὸν εἴη διδάσκειν τὴν ψυχὴν πλέον τι δίζησθαι αἰεὶ ἔχειν τοῦ παρεόντος, τοιουτέων προκειμενέων γνωμέων ὅτι τὴν σφαλερωτέρην σεωυτῷ τε καὶ Πέρσῃσι ἀναιρέο.
然而,受到您的责骂并没有像在波斯人面前摆着两种意见时那样,使我感到如此痛苦——其中一种意见滋长傲慢,另一种意见则平息傲慢,并说明教导灵魂总是寻求比眼前更多的东西是件坏事;在提出这些意见时,您却选择了对您自己和波斯人都更为危险的那一种,这才是最令我痛心的。