§7.165.1λέγεται δὲ καὶ τάδε ὑπὸ τῶν ἐν τῇ Σικελίῃ οἰκημένων, ὡς ὅμως καὶ μέλλων ἄρχεσθαι ὑπὸ Λακεδαιμονίων ὁ Γέλων ἐβοήθησε ἂν τοῖσι Ἕλλησι, εἰ μὴ ὑπὸ Θήρωνος τοῦ Αἰνησιδήμου Ἀκραγαντίνων μουνάρχου ἐξελασθεὶς ἐξ Ἱμέρης Τήριλλος ὁ Κρινίππου τύραννος ἐὼν Ἱμέρης ἐπῆγε ὑπʼ αὐτὸν τὸν χρόνον τοῦτον Φοινίκων καὶ Λιβύων καὶ Ἰβήρων καὶ Λιγύων καὶ Ἐλισύκων καὶ Σαρδονίων καὶ Κυρνίων τριήκοντα μυριάδας καὶ στρατηγὸν αὐτῶν Ἀμίλκαν τὸν Ἄννωνος, Καρχηδονίων ἐόντα βασιλέα, κατὰ ξεινίην τε τὴν ἑωυτοῦ ὁ Τήριλλος ἀναγνώσας καὶ μάλιστα διὰ τὴν Ἀναξίλεω τοῦ Κρητίνεω προθυμίην, ὃς Ῥηγίου ἐὼν τύραννος τὰ ἑωυτοῦ τέκνα δοὺς ὁμήρους Ἀμίλκᾳ ἐπῆγε ἐπὶ τὴν Σικελίην τιμωρέων τῷ πενθερῷ· Τηρίλλου γὰρ εἶχε θυγατέρα Ἀναξίλεως, τῇ οὔνομα ἦν Κυδίππη.
此外,西西里的居民还说了这样的话:即使盖隆注定要受拉刻代蒙人支配,他仍然会援助希腊人,如果不是克里尼波斯之子、希梅拉的僭主泰里洛斯(他在被阿克拉加斯人的独裁者埃内西德莫斯之子塞隆驱逐出希梅拉之后),恰好在此时率领了腓尼基人、利比亚人、伊比利亚人、利古里亚人、埃利叙科人、撒丁人、科西嘉人的三十万大军,并由迦太基人的国王、汉诺之子阿米尔卡担任他们的将军前来攻打的话。 泰里洛斯凭借自己与他的客谊说服了阿米尔卡,并且尤其是由于克雷蒂内斯之子阿纳克西劳斯的极力促成——阿纳克西劳斯当时是雷吉翁的僭主,他把自己的孩子作为人质交给阿米尔卡,从而将他引向西西里,以此来帮助他的岳父;因为阿纳克西劳斯娶了泰里洛斯的女儿,她的名字叫库狄佩。
οὕτω δὴ οὐκ οἷόν τε γενόμενον βοηθέειν τὸν Γέλωνα τοῖσι Ἕλλησι ἀποπέμπειν ἐς Δελφοὺς τὰ χρήματα.
正因为如此,盖隆无法援助希腊人,便将资金送往了德尔斐。