§7.166.1πρὸς δὲ καὶ τάδε λέγουσι, ὡς συνέβη τῆς αὐτῆς ἡμέρης ἔν τε τῇ Σικελίῃ Γέλωνα καὶ Θήρωνα νικᾶν Ἀμίλκαν τὸν Καρχηδόνιον καὶ ἐν Σαλαμῖνι τοὺς Ἕλληνας τὸν Πέρσην.
此外,他们还说了这样的话:就在同一天,恰好在西西里,盖隆和塞隆击败了迦太基人阿米尔卡,而在萨拉米斯,希腊人击败了波斯人。
τὸν δὲ Ἀμίλκαν Καρχηδόνιον ἐόντα πρὸς πατρός, μητρόθεν δὲ Συρηκόσιον, βασιλεύσαντά τε κατʼ ἀνδραγαθίην Καρχηδονίων, ὡς ἡ συμβολή τε ἐγίνετο καὶ ὡς ἑσσοῦτο τῇ μάχῃ, ἀφανισθῆναι πυνθάνομαι· οὔτε γὰρ ζῶντα οὔτε ἀποθανόντα φανῆναι οὐδαμοῦ γῆς· τὸ πᾶν γὰρ ἐπεξελθεῖν διζήμενον Γέλωνα.
至于阿米尔卡——他父系是迦太基人,母系是叙拉古人,并因其英勇而成为迦太基人的国王——我探听到,当冲突发生、他在战斗中战败时,便消失得无影无踪了;因为无论他是生是死,在大地的任何地方都没有再出现过,因为盖隆为了寻找他而搜遍了所有地方。