§7.164.1ὁ δὲ Κάδυος οὗτος πρότερον τούτων παραδεξάμενος παρὰ πατρὸς τυραννίδα Κῴων εὖ βεβηκυῖαν, ἑκών τε εἶναι καὶ δεινοῦ ἐπιόντος οὐδενὸς ἀλλὰ ὑπὸ δικαιοσύνης ἐς μέσον Κῴοισι καταθεὶς τὴν ἀρχὴν οἴχετο ἐς Σικελίην, ἔνθα παρὰ Σαμίων ἔσχε τε καὶ κατοίκησε πόλιν Ζάγκλην τὴν ἐς Μεσσήνην μεταβαλοῦσαν τὸ οὔνομα.
这位卡德摩斯在这之前从父亲那里继承了科斯人稳固的僭主统治,但他出于自愿,且在没有任何危难迫近的情况下,仅凭正义感便将统治权交还给科斯人公众,自己前往西西里。 在西西里,他从萨摩斯人手中获得并居住在赞克勒城,该城后来改名为麦塞内。
§7.164.2τοῦτον δὴ ὁ Γέλων τὸν Κάδμον καὶ τοιούτῳ τρόπῳ ἀπικόμενον διὰ δικαιοσύνην, τήν οἱ αὐτὸς ἄλλην συνῄδεε ἐοῦσαν, ἔπεμπε·
正是这位以如此方式到来的卡德摩斯,格隆因其正义而派遣了他,格隆自己也知道卡德摩斯还拥有其他正义的表现。
ὃς ἐπὶ τοῖσι ἄλλοισι δικαίοισι τοῖσι ἐξ ἑωυτοῦ ἐργασμένοισι καὶ τόδε οὐκ ἐλάχιστον τούτων ἐλίπετο.
而卡德摩斯除了自己所做的其他正义行为之外,还留下了这件绝不亚于它们的大事。
κρατήσας γὰρ μεγάλων χρημάτων τῶν οἱ Γέλων ἐπετράπετο, παρεὸν κατασχέσθαι οὐκ ἠθέλησε, ἀλλʼ ἐπεὶ οἱ Ἕλληνες ἐπεκράτησαν τῇ ναυμαχίῃ καὶ Ξέρξης οἰχώκεε ἀπελαύνων, καὶ δὴ καὶ ἐκεῖνος ἀπίκετο ἐς τὴν Σικελίην ἀπὸ πάντα τὰ χρήματα ἄγων.
因为他掌控了格隆委托给他的巨额资金,虽然他本可以据为己有,但他不愿这样做;而当希腊人在海战中获获胜、薛西斯撤退离去后,他也回到了西西里,带回了所有的资金。