§7.159.1ταῦτα ἀκούσας οὔτε ἠνέσχετο ὁ Σύαγρος εἶπέ τε τάδε. ἦ κε μέγʼ οἰμώξειε ὁ Πελοπίδης Ἀγαμέμνων πυθόμενος Σπαρτιήτας τὴν ἡγεμονίην ἀπαραιρῆσθαι ὑπὸ Γέλωνός τε καὶ Συρηκοσίων.
听完这些话,叙阿格罗斯再也无法按捺,便说道: “如果佩洛普斯的后裔阿伽门农得知斯巴达人竟然被格隆和叙拉古人夺去了领导权,他一定会大声哀叹的!
ἀλλὰ τούτου μὲν τοῦ λόγου μηκέτι μνησθῇς, ὅκως τὴν ἡγεμονίην τοι παραδώσομεν, ἀλλʼ εἰ μὲν βούλεαι βοηθέειν τῇ Ἑλλάδι, ἴσθι ἀρξόμενος ὑπὸ Λακεδαιμονίων· εἰ δʼ ἄρα μὴ δικαιοῖς ἄρχεσθαι, σὺ δὲ μηδὲ βοήθεε.
因此,绝不要再提让我们把领导权让给你的这种话了;如果你确实想要援助希腊,就请准备接受拉刻代蒙人的指挥;但如果你认为接受指挥是不合理的,那你就连援助也不要提供。 ”