§7.158.1οἳ μὲν ταῦτα ἔλεγον, Γέλων δὲ πολλὸς ἐνέκειτο λέγων τοιάδε. ἄνδρες Ἕλληνες, λόγον ἔχοντες πλεονέκτην ἐτολμήσατε ἐμὲ σύμμαχον ἐπὶ τὸν βάρβαρον παρακαλέοντες ἐλθεῖν·
他们说完这些话,格隆便辞色严厉地反驳,说道: “希腊的诸位,你们带着自私的提议,竟然有胆量前来邀请我作为同盟者去对抗野蛮人。
§7.158.2αὐτοὶ δὲ ἐμεῦ πρότερον δεηθέντος βαρβαρικοῦ στρατοῦ συνεπάψασθαι, ὅτε μοι πρὸς Καρχηδονίους νεῖκος συνῆπτο, ἐπισκήπτοντός τε τὸν Δωριέος τοῦ Ἀναξανδρίδεω πρὸς Ἐγεσταίων φόνον ἐκπρήξασθαι, ὑποτείνοντός τε τὰ ἐμπόρια συνελευθεροῦν ἀπʼ ὧν ὑμῖν μεγάλαι ὠφελίαι τε καὶ ἐπαυρέσιες γεγόνασι, οὔτε ἐμεῦ εἵνεκα ἤλθετε βοηθήσοντες οὔτε τὸν Δωριέος φόνον ἐκπρηξόμενοι, τό τε κατʼ ὑμέας τάδε ἅπαντα ὑπὸ βαρβάροισι νέμεται.
然而先前,当我和迦太基人发生战争,请求你们共同出手对付野蛮人的军队时,并且催促你们为阿纳克桑德里德斯之子多里厄斯被艾吉斯塔人杀害一事报仇,还提议共同解放那些给你们带来巨大利益和实惠的贸易站时,你们既没有为了我而来援助,也没有为多里厄斯复仇而来;就你们而言,这一切地方现在都落在了野蛮人的统治之下。
§7.158.3ἀλλὰ εὖ γὰρ ἡμῖν καὶ ἐπὶ τὸ ἄμεινον κατέστη.
但,因为对我们来说,事情进展得很顺利,而且变得更好了。
νῦν δὲ ἐπειδὴ περιελήλυθε ὁ πόλεμος καὶ ἀπῖκται ἐς ὑμέας, οὕτω δὴ Γέλωνος μνῆστις γέγονε.
如今,既然战争转了一圈临到了你们头上,你们这才终于想起了格隆!
§7.158.4ἀτιμίης δὲ πρὸς ὑμέων κυρήσας οὐκ ὁμοιώσομαι ὑμῖν, ἀλλʼ ἕτοιμος εἰμὶ βοηθέειν παρεχόμενος διηκοσίας τε τριήρεας καὶ δισμυρίους ὁπλίτας καὶ δισχιλίην ἵππον καὶ δισχιλίους τοξότας καὶ δισχιλίους σφενδονήτας καὶ δισχιλίους ἱπποδρόμους ψιλούς·
虽然我遭到了你们的怠慢,但我不会和你们一样。 相反,我准备提供援助,供给两百艘三段式战船、两万名重装步兵、两千名骑兵、两千名弓箭手、两千名投石兵和两千名随骑兵奔跑的轻装步兵。
σῖτόν τε ἁπάσῃ τῇ Ἑλλήνων στρατιῇ, ἔστʼ ἂν διαπολεμήσωμεν, ὑποδέκομαι παρέξειν.
而且我承诺,在战争结束之前,为希腊人的整支军队提供粮食。
§7.158.5ἐπὶ δὲ λόγῳ τοιῷδε τάδε ὑπίσχομαι, ἐπʼ ᾧ στρατηγός τε καὶ ἡγεμὼν τῶν Ἑλλήνων ἔσομαι πρὸς τὸν βάρβαρον.
但我是在这样的条件之下作出这些承诺的:即我将成为对抗野蛮人的希腊军队的将军和总指挥官。
ἐπʼ ἄλλῳ δὲ λόγῳ οὔτʼ ἂν αὐτὸς ἔλθοιμι οὔτʼ ἂν ἄλλους πέμψαιμι.
在任何其他条件之下,我既不会亲自前去,也不会派其他人去。 ”