§7.157.1τοιούτῳ μὲν τρόπῳ τύραννος ἐγεγόνεε μέγας ὁ Γέλων·
this way Gelon had become a great tyrant.
τότε δʼ ὡς οἱ ἄγγελοι τῶν Ἑλλήνων ἀπίκατο ἐς τὰς Συρηκούσας, ἐλθόντες αὐτῷ ἐς λόγους ἔλεγον τάδε. ἔπεμψαν ἡμέας Λακεδαιμόνιοι καὶ οἱ τούτων σύμμαχοι παραλαμψομένους σε πρὸς τὸν βάρβαρον·
At that time, when the envoys of the Greeks arrived in Syracuse, they came to an audience with him and spoke as follows:\n"The Lacedaemonians and their allies have sent us to win you over to join against the barbarian.
τὸν γὰρ ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα πάντως κου πυνθάνεαι, ὅτι Πέρσης ἀνὴρ μέλλει, ζεύξας τὸν Ἑλλήσποντον καὶ ἐπάγων πάντα τὸν ἠῷον στρατὸν ἐκ τῆς Ἀσίης, στρατηλατήσειν ἐπὶ τὴν Ἑλλάδα, πρόσχημα μὲν ποιεύμενος ὡς ἐπʼ Ἀθήνας ἐλαύνει, ἐν νόῳ δὲ ἔχων πᾶσαν τὴν Ἑλλάδα ὑπʼ ἑωυτῷ ποιήσασθαι. §7.157.2σὺ δὲ δυνάμιός τε γὰρ ἥκεις μεγάλως καὶ μοῖρά τοι τῆς Ἑλλάδος οὐκ ἐλαχίστη μέτα ἄρχοντί γε Σικελίης, βοήθεέ τε τοῖσι ἐλευθεροῦσι τὴν Ἑλλάδα καὶ συνελευθέρου.
For you surely know about the one who is advancing against Hellas, that a Persian man intends, having bridged the Hellespont and leading all the Eastern host out of Asia, to march against Hellas, making a pretext that he is marching against Athens, but having in mind to bring all Hellas under his subjection.\n since you possess great power, and a not inconsiderable share of Hellas belongs to you as the ruler of Sicily, help those who are freeing Hellas and join in freeing her.
ἁλὴς μὲν γὰρ γενομένη πᾶσα ἡ Ἑλλὰς χεὶρ μεγάλη συνάγεται, καὶ ἀξιόμαχοι γινόμεθα τοῖσι ἐπιοῦσι· ἢν δὲ οἳ μὲν ἡμέων καταπροδιδῶσι οἳ δὲ μὴ θέλωσι τιμωρέειν, τὸ δὲ ὑγιαῖνον τῆς Ἑλλάδος ᾖ ὀλίγον, τοῦτο δὲ ἤδη δεινὸν γίνεται μὴ πέσῃ πᾶσα ἡ Ἑλλάς. §7.157.3μὴ γὰρ ἐλπίσῃς, ἢν ἡμέας καταστρέψηται ὁ Πέρσης μάχῃ κρατήσας, ὡς οὐκὶ ἥξει παρὰ σέ γε, ἀλλὰ πρὸ τούτου φύλαξαι·
For if all Hellas is united, a great force is gathered together, and we become a match for the invaders; but if some of us betray the cause and others refuse to help, so that the healthy part of Hellas is small, then there is immediate danger that all Hellas may fall.\n do not expect that, if the Persian subdues us after conquering us in battle, he will not come to you; rather, guard against this beforehand.
βοηθέων γὰρ ἡμῖν σεωυτῷ τιμωρέεις.
For by helping us, you defend yourself.
τῷ δὲ εὖ βουλευθέντι πρήγματι τελευτὴ ὡς τὸ ἐπίπαν χρηστὴ ἐθέλει ἐπιγίνεσθαι.
A well-counselled enterprise is, for the most part, wont to have a good end."