§7.154.1οὗτος μέν νυν ἐκτήσατο τοῦτο τὸ γέρας·
就这样,他获得了这一特权。
Κλεάνδρου δὲ τοῦ Παντάρεος τελευτήσαντος τὸν βίον, ὃς ἐτυράννευσε μὲν Γέλης ἑπτὰ ἔτεα, ἀπέθανε δὲ ὑπὸ Σαβύλλου ἀνδρὸς Γελῴου, ἐνθαῦτα ἀναλαμβάνει τὴν μουναρχίην Ἱπποκράτης Κλεάνδρου ἐὼν ἀδελφεός.
在潘塔雷斯之子克莱安德罗斯结束生命之后——他曾作为格拉的僭主统治了七年,后被格拉人萨比洛斯杀害——克莱安德罗斯的兄弟希波克拉底便接管了独裁权。
ἔχοντος δὲ Ἱπποκράτεος τὴν τυραννίδα, ὁ Γέλων ἐὼν Τηλίνεω τοῦ ἱροφάντεω ἀπόγονος, πολλῶν μετʼ ἄλλων καὶ Αἰνησιδήμου τοῦ Παταίκου ὃς ἦν δορυφόρος Ἱπποκράτεος.
在希波克拉底担任僭主期间,祭司特利内斯的后裔格隆,与许多其他人以及帕泰科斯之子埃内西德莫斯一起,成为了希波克拉底的卫兵。
§7.154.2μετὰ δὲ οὐ πολλὸν χρόνον διʼ ἀρετὴν ἀπεδέχθη πάσης τῆς ἵππου εἶναι ἵππαρχος·
不久之后,由于他的卓越才能,他被任命为全体骑兵的指挥官。
πολιορκέοντος γὰρ Ἱπποκράτεος Καλλιπολίτας τε καὶ Ναξίους καὶ Ζαγκλαίους τε καὶ Λεοντίνους καὶ πρὸς Συρηκοσίους τε καὶ τῶν βαρβάρων συχνούς, ἀνὴρ ἐφαίνετο ἐν τούτοισι τοῖσι πολέμοισι ἐὼν ὁ Γέλων λαμπρότατος.
因为当希波克拉底包围卡利波利斯人、纳克索斯人、赞克勒人、雷翁蒂诺伊人,以及叙拉古人和许多蛮族时,格隆在这些战争中表现得最为杰出。
τῶν δὲ εἶπον πολίων τουτέων πλὴν Συρηκουσέων οὐδεμία διέφυγε δουλοσύνην πρὸς Ἱπποκράτεος·
在我提到的这些城市中,除了叙拉古之外,没有一个能逃脱被希波克拉底奴役的命运。
§7.154.3Συρηκοσίους δὲ Κορίνθιοί τε καὶ Κερκυραῖοι ἐρρύσαντο μάχῃ ἐσσωθέντας ἐπὶ ποταμῷ Ἐλώρῳ, ἐρρύσαντο δὲ οὗτοι ἐπὶ τοῖσιδε καταλλάξαντες, ἐπʼ ᾧ τε Ἱπποκράτεϊ Καμάριναν Συρηκοσίους παραδοῦναι.
但是叙拉古人则被科林斯人和科克拉人所救,当时他们在埃洛罗斯河畔的战斗中战败;而这些人是通过促成和解来救助他们的,条件是叙拉古人将卡马里纳割让给希波克拉底。
Συρηκοσίων δὲ ἦν Καμάρινα τὸ ἀρχαῖον.
而卡马里纳自古以来就属于叙拉古人。