§7.152.1εἰ μέν νυν Ξέρξης τε ἀπέπεμψε ταῦτα λέγοντα κήρυκα ἐς Ἄργος καὶ Ἀργείων ἄγγελοι ἀναβάντες ἐς Σοῦσα ἐπειρώτων Ἀρτοξέρξεα περὶ φιλίης, οὐκ ἔχω ἀτρεκέως εἰπεῖν, οὐδέ τινα γνώμην περὶ αὐτῶν ἀποφαίνομαι ἄλλην γε ἢ τήν περ αὐτοὶ Ἀργεῖοι λέγουσι·
至于薛西斯是否确实派遣了传令官前往阿耳戈斯宣告这些话,以及阿耳戈斯的使者们是否前往苏萨向阿尔塔薛西斯询问友好关系,我无法确切地说明,对于这些事,除了阿耳戈斯人自己所说的话之外,我不发表任何其他意见。
§7.152.2ἐπίσταμαι δὲ τοσοῦτο ὅτι εἰ πάντες ἄνθρωποι τὰ οἰκήια κακὰ ἐς μέσον συνενείκαιεν ἀλλάξασθαι βουλόμενοι τοῖσι πλησίοισι, ἐγκύψαντες ἂν ἐς τὰ τῶν πέλας κακὰ ἀσπασίως ἕκαστοι αὐτῶν ἀποφεροίατο ὀπίσω τὰ ἐσενεικαίατο.
但我深知这一点:如果所有人因为渴望与邻人交换,而将自己所遭遇的灾祸带到公共场所,那么当他们凑近审视了旁人的灾祸之后,每个人都会十分乐意地重新带回自己曾带去的灾祸。
§7.152.3οὕτω δὲ οὐδʼ Ἀργείοισι αἴσχιστα πεποίηται.
如此看来,阿耳戈斯人所做的也并非最可耻的事。
ἐγὼ δὲ ὀφείλω λέγειν τὰ λεγόμενα, πείθεσθαί γε μὲν οὐ παντάπασι ὀφείλω, καί μοι τοῦτο τὸ ἔπος ἐχέτω ἐς πάντα λόγον·
我有义务讲述人们所说的事情,但我绝无义务完全相信它,且让我这句话适用于我整部历史。
ἐπεὶ καὶ ταῦτα λέγεται, ὡς ἄρα Ἀργεῖοι ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα, ἐπειδή σφι πρὸς τοὺς Λακεδαιμονίους κακῶς ἡ αἰχμὴ ἑστήκεε, πᾶν δὴ βουλόμενοι σφίσι εἶναι πρὸ τῆς παρεούσης λύπης.
因为还有这样的传闻:实际上正是阿耳戈斯人,因在与拉刻代蒙人的战争中处于不利境地,极度渴望用任何事情来摆脱眼前的痛苦,才将波斯人召入希腊的。