§7.151.1συμπεσεῖν δὲ τούτοισι καὶ τόνδε τὸν λόγον λέγουσι τινὲς Ἑλλήνων πολλοῖσι ἔτεσι ὕστερον γενόμενον τούτων.
一些希腊人说,在这些事件发生多年后发生的以下传说也与此相符。
τυχεῖν ἐν Σούσοισι τοῖσι Μεμνονίοισι ἐόντας ἑτέρου πρήγματος εἵνεκα ἀγγέλους Ἀθηναίων Καλλίην τε τὸν Ἱππονίκου καὶ τοὺς μετὰ τούτου ἀναβάντας, Ἀργείους δὲ τὸν αὐτὸν τοῦτον χρόνον πέμψαντας καὶ τούτους ἐς Σοῦσα ἀγγέλους εἰρωτᾶν Ἀρτοξέρξεα τὸν Ξέρξεω εἴ σφι ἔτι ἐμμένει ἐθέλουσι τὴν πρὸς Ξέρξην φιλίην συνεκεράσαντο, ἢ νομιζοίατο πρὸς αὐτοῦ εἶναι πολέμιοι·
当时,雅典的使者——希波尼科斯之子卡里亚斯以及与他一同上去的人们——因其他事务正巧在梅姆农的苏萨,而就在这同一时期,阿耳戈斯人也派遣使者前往苏萨,询问薛西斯之子阿尔塔薛西斯,他们与薛西斯结下的友谊对他们来说是否依然有效,抑或他们已被他视为敌人。
βασιλέα δὲ Ἀρτοξέρξεα μάλιστα ἐμμένειν φάναι, καὶ οὐδεμίαν νομίζειν πόλιν Ἄργεος φιλιωτέρην.
据说国王阿尔塔薛西斯回答说,这友谊依然完全有效,并且他认为没有哪个城市比阿耳戈斯更为友好了。