§7.150.1αὐτοὶ μὲν Ἀργεῖοι τοσαῦτα τούτων πέρι λέγουσι· ἔστι δὲ ἄλλος λόγος λεγόμενος ἀνὰ τὴν Ἑλλάδα, ὡς Ξέρξης ἔπεμψε κήρυκα ἐς Ἄργος πρότερον ἤ περ ὁρμῆσαι στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα·
阿耳戈斯人自己对于这些事是这样说的;但在希腊各地还流传着另一种说法,即薛西斯在出发远征希腊之前,曾向阿耳戈斯派遣了一名使者。
§7.150.2ἐλθόντα δὲ τοῦτον λέγεται εἰπεῖν
ἄνδρες Ἀργεῖοι, βασιλεὺς Ξέρξης τάδε ὑμῖν λέγει. ἡμεῖς νομίζομεν Πέρσην εἶναι ἀπʼ οὗ ἡμεῖς γεγόναμεν παῖδα Περσέος τοῦ Δανάης, γεγονότα ἐκ τῆς Κηφέος θυγατρὸς Ἀνδρομέδης.
据说这名使者到达后说道: “阿耳戈斯的人们啊,国王薛西斯对你们说:我们认为,我们所自出的波斯斯,是达那厄之子珀耳修斯与刻甫斯的女儿安德洛墨达所生之子。
οὕτω ἂν ὦν εἴημεν ὑμέτεροι ἀπόγονοι.
如此看来,我们便是你们的后代。
οὔτε ὦν ἡμέας οἰκὸς ἐπὶ τοὺς ἡμετέρους προγόνους στρατεύεσθαι, οὔτε ὑμέας ἄλλοισι τιμωρέοντας ἡμῖν ἀντιξόους γίνεσθαι, ἀλλὰ παρʼ ὑμῖν αὐτοῖσι ἡσυχίην ἔχοντας κατῆσθαι.
因此,我们向自己的祖先开战是不合情理的,而你们帮助他人来与我们作对也是不合情理的;相反,你们应当在自己的家园保持安宁。
ἢν γὰρ ἐμοὶ γένηται κατὰ νόον, οὐδαμοὺς μέζονας ὑμέων ἄξω.
因为如果事情如我所愿,我将不会把任何人看得比你们更重要。
§7.150.3ταῦτα ἀκούσαντας Ἀργείους λέγεται πρῆγμα ποιήσασθαι, καὶ παραχρῆμα μὲν οὐδὲν ἐπαγγελλομένους μεταιτέειν, ἐπεὶ δὲ σφέας παραλαμβάνειν τοὺς Ἕλληνας, οὕτω δὴ ἐπισταμένους ὅτι οὐ μεταδώσουσι τῆς ἀρχῆς Λακεδαιμόνιοι μεταιτέειν, ἵνα ἐπὶ προφάσιος ἡσυχίην ἄγωσι.
” 据说阿耳戈斯人听了这番话后,认为这是一件大事;起初他们没有提出任何要求,但当希腊人来争取他们加入时,他们明知拉刻代蒙人绝不会分享统治权,却在此时提出了要求,以便能以这借口保持中立。