Humanitext Reader

希罗多德 · 历史 §7.149.1-7.149.3

统帅权之争与阿耳戈斯谈判的破裂

第 1212 段,共 1577 段 · 希腊语

内容简介

阐述了阿耳戈斯人渴望休战背后的动机(人口恢复与对斯巴达奴役的恐惧),随后记述了双方因领导权问题谈判破裂以及驱逐斯巴达使者的经过。

§7.149.1ταῦτα μὲν λέγουσι τὴν βουλὴν ὑποκρίνασθαι, καίπερ ἀπαγορεύοντός σφι τοῦ χρηστηρίου μὴ ποιέεσθαι τὴν πρὸς τοὺς Ἕλληνας συμμαχίην·
阿耳戈斯人说,尽管神谕禁止他们与希腊人结盟,但议会还是作出了这样的回答。
σπουδὴν δὲ ἔχειν σπονδὰς γενέσθαι τριηκοντοέτιδας καίπερ τὸ χρηστήριον φοβεόμενοι, ἵνα δή σφι οἱ παῖδες ἀνδρωθέωσι ἐν τούτοισι τοῖσι ἔτεσι· μὴ δὲ σπονδέων ἐουσέων ἐπιλέγεσθαι, ἢν ἄρα σφέας καταλάβῃ πρὸς τῷ γεγονότι κακῷ ἄλλο πταῖσμα πρὸς τὸν Πέρσην, μὴ τὸ λοιπὸν ἔωσι Λακεδαιμονίων ὑπήκοοι.
不过,尽管他们害怕神谕,他们仍急于缔结三十年的和平条约,好让他们的孩子在这些年里长大成人;他们担心,如果没有和平条约,万一在已发生的灾祸之外,他们在与波斯人的交战中遭遇另一个挫折,他们今后就会沦为拉刻代蒙人的臣属。
§7.149.2τῶν δὲ ἀγγέλων τοὺς ἀπὸ τῆς Σπάρτης πρὸς τὰ ῥηθέντα ἐκ τῆς βουλῆς ἀμείψασθαι τοῖσιδε· περὶ μὲν σπονδέων ἀνοίσειν ἐς τοὺς πλεῦνας, περὶ δὲ ἡγεμονίης αὐτοῖσι ἐντετάλθαι ὑποκρίνασθαι, καὶ δὴ λέγειν, σφίσι μὲν εἶναι δύο βασιλέας, Ἀργείοισι δὲ ἕνα· οὔκων δυνατὸν εἶναι τῶν ἐκ Σπάρτης οὐδέτερον παῦσαι τῆς ἡγεμονίης, μετὰ δὲ δύο τῶν σφετέρων ὁμόψηφον τὸν Ἀργεῖον εἶναι κωλύειν οὐδέν.
而使者中来自斯巴达的人,对议会的回答作出了如下答复:关于和平条约,他们将提交给更多的人讨论;但关于领导权,他们已被授意作出回答,并且他们实际上说:他们自己有两个国王,而阿耳戈斯人只有一个;因此,不可能剥夺斯巴达两个国王中任何一人的领导权,但没有什么能阻止阿耳戈斯的国王与他们自己的两个国王一起,拥有同等的投票权。
§7.149.3οὕτω δὴ οἱ Ἀργεῖοι φασὶ οὐκ ἀνασχέσθαι τῶν Σπαρτιητέων τὴν πλεονεξίην, ἀλλʼ ἑλέσθαι μᾶλλον ὑπὸ τῶν βαρβάρων ἄρχεσθαι ἤ τι ὑπεῖξαι Λακεδαιμονίοισι, προειπεῖν τε τοῖσι ἀγγέλοισι πρὸ δύντος ἡλίου ἀπαλλάσσεσθαι ἐκ τῆς Ἀργείων χώρης, εἰ δὲ μή, περιέψεσθαι ὡς πολεμίους.
因此,阿耳戈斯人说,他们无法忍受斯巴达人的贪婪,宁愿被蛮族统治,也不愿对拉刻代蒙人作任何妥协;他们向使者们发出警告,在太阳落山之前离开阿耳戈斯的领土,否则,他们将被作为敌人对待。

词汇与语法注释

  1. §7.149.1μὴ ποιέεσθαι — 这是在表示禁止的动词 ἀπαγορεύω(禁止)之后,不定式上附加的“赘余否定” μὴ。因此应理解为“禁止他们结盟”,而非双重否定。
  2. §7.149.1μὴ δὲ σπονδέων ἐουσέων ἐπιλέγεσθαι ... μὴ τὸ λοιπὸν ἔωσι — 不定式 ἐπιλέγεσθαι(担心、害怕)承接自 λέγουσι 引导的间接引语,其后引导由 μὴ(担心……、免得……)构成的惧怕从句。同时,μὴ δὲ σπονδέων ἐουσέων 是带有否定词 μὴ 的属格独立结构,在此起到条件从句的作用(“如果没有和平条约”)。
  3. §7.149.2ὁμόψηφον τὸν Ἀργεῖον εἶναι κωλύειν οὐδέν — 无人称表达 κωλύειν οὐδέν(不阻止任何事)在间接引语中作不定式,其逻辑主语为对格的 τὸν Ἀργεῖον(阿耳戈斯国王),表语为 ὁμόψηφον εἶναι(具有同等的投票权)。这表明不反对阿耳戈斯国王与斯巴达的两名国王共同享有同等的决定权。

引用这一段

希罗多德, 历史 §7.149.1-7.149.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.149.1-7.149.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。