Humanitext Reader

希罗多德 · 历史 §7.148.1-7.148.4

希腊遣使阿耳戈斯与求神谕后的参战条件

第 1211 段,共 1577 段 · 希腊语

内容简介

面对波斯的威胁,希腊同盟向阿耳戈斯派遣了使者。阿耳戈斯人在结合其过去惨败向德尔斐求得神谕后,提出以与斯巴达缔结三十年和约及均分领导权为条件加入同盟。

§7.148.1οἱ μέν νυν κατάσκοποι οὕτω θεησάμενοί τε καὶ ἀποπεμφθέντες ἐνόστησαν ἐς τὴν Εὐρώπην, οἱ δὲ συνωμόται Ἑλλήνων ἐπὶ τῷ Πέρσῃ μετὰ τὴν ἀπόπεμψιν τῶν κατασκόπων δεύτερα ἔπεμπον ἐς Ἄργος ἀγγέλους.
且说间谍们在这样察看并被遣返之后,回到了欧洲;而在间谍们被遣返之后,那些联合起来对抗波斯人的希腊人,接着向阿耳戈斯派遣了使者。
§7.148.2Ἀργεῖοι δὲ λέγουσι τὰ κατʼ ἑωυτοὺς γενέσθαι ὧδε.
阿耳戈斯人说,关于他们自己的事情是这样发生的。
πυθέσθαι γὰρ αὐτίκα κατʼ ἀρχὰς τὰ ἐκ τοῦ βαρβάρου ἐγειρόμενα ἐπὶ τὴν Ἑλλάδα, πυθόμενοι δέ, καὶ μαθόντες ὡς σφέας οἱ Ἕλληνες πειρήσονται παραλαμβάνοντες ἐπὶ τὸν Πέρσην, πέμψαι θεοπρόπους ἐς Δελφοὺς τὸν θεὸν ἐπειρησομένους ὥς σφι μέλλει ἄριστον ποιέουσι γενέσθαι·
他们说,从一开始,他们就立刻获悉了蛮族正在发动的针对希腊的战争;在得知此事并明白希腊人将试图拉拢他们共同对抗波斯人之后,他们便向德尔斐派遣了神使,去询问神明他们怎样做才是最好的。
νεωστὶ γὰρ σφέων τεθνάναι ἑξακισχιλίους ὑπὸ Λακεδαιμονίων καὶ Κλεομένεος τοῦ Ἀναξανδρίδεω· τῶν δὴ εἵνεκα πέμπειν.
因为就在不久前,他们中的六千人被拉刻代蒙人和阿纳克桑德里德斯之子克勒奥墨涅斯所杀;他们说,正是因为这个原因,他们才派遣了使者。
§7.148.3τὴν δὲ Πυθίην ἐπειρωτῶσι αὐτοῖσι ἀνελεῖν τάδε. " ἐχθρὲ περικτιόνεσσι, φίλʼ ἀθανάτοισι θεοῖσιν, εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο καὶ κεφαλὴν πεφύλαξο· κάρη δὲ τὸ σῶμα σαώσει.
当他们询问时,皮提亚对他们作出了如下神谕: “邻人所憎、不死神明所爱者啊, / 将你的矛头收缩于内,警惕地坐着, / 且防卫好头部;头部自会保全身体。
" ταῦτα μὲν τὴν Πυθίην χρῆσαι πρότερον·
” 皮提亚先前曾给出这样的神谕。
μετὰ δὲ ὡς ἐλθεῖν τοὺς ἀγγέλους ἐς δὴ τὸ Ἄργος, ἐπελθεῖν ἐπὶ τὸ βουλευτήριον καὶ λέγειν τὰ ἐντεταλμένα.
此后,当使者们抵达阿耳戈斯时,他们进入议事厅,转达了受托之言。
§7.148.4τοὺς δὲ πρὸς τὰ λεγόμενα ὑποκρίνασθαι ὡς ἕτοιμοι εἰσὶ Ἀργεῖοι ποιέειν ταῦτα, τριήκοντα ἔτεα εἰρήνην σπεισάμενοι Λακεδαιμονίοισι καὶ ἡγεόμενοι κατὰ τὸ ἥμισυ πάσης τῆς συμμαχίης.
对此,阿耳戈斯人回答说,他们准备这样做,条件是与拉刻代蒙人缔结三十年的和平条约,并分享整个同盟一半的领导权。
καίτοι κατά γε τὸ δίκαιον γίνεσθαι τὴν ἡγεμονίην ἑωυτῶν· ἀλλʼ ὅμως σφίσι ἀποχρᾶν κατὰ τὸ ἥμισυ ἡγεομένοισι.
虽然按正义而言,领导权本应归属于他们,但尽管如此,由他们领导一半对他们来说也足够了。

词汇与语法注释

  1. §7.148.2πυθέσθαι γὰρ αὐτίκα — 接续本节开头 λέγουσι(阿耳戈斯人说)的间接引语不定式结构。本句中的 πυθέσθαι 以及后文的 πέμψαι、τεθνάναι 和末尾的 πέμπειν 均为间接引语中的不定式,表示这些都是阿耳戈斯人自己的陈述。
  2. §7.148.3εἴσω τὸν προβόλαιον ἔχων — 意为“将你伸出的武器(或防线)收缩于内”。这是神谕在建议阿耳戈斯人保持防御姿态,不要在其领土之外采取进攻性军事行动。
  3. §7.148.4τριήκοντα ἔτεα εἰρήνην σπεισάμενοι — 不定过去时分词 σπεισάμενοι 和现在时分词 ἡγεόμενοι 表示主句不定式 ποιέειν(准备做……)的附加条件(“在缔结……且领导……的条件下”)。

引用这一段

希罗多德, 历史 §7.148.1-7.148.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.148.1-7.148.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。