Humanitext Reader

希罗多德 · 历史 §7.147.1-7.147.3

释放间谍的意图与放行敌方粮船

第 1210 段,共 1577 段 · 希腊语

内容简介

薛西斯解释了释放间谍的原因,并讲述了他在阿比多斯放行敌方运粮船的另一个轶事。

§7.147.1ἐπιλέγων δὲ τὸν λόγον τόνδε ταῦτα ἐνετέλλετο, ὡς εἰ μὲν ἀπώλοντο οἱ κατάσκοποι, οὔτʼ ἂν τὰ ἑωυτοῦ πρήγματα προεπύθοντο οἱ Ἕλληνες ἐόντα λόγου μέζω, οὔτʼ ἄν τι τοὺς πολεμίους μέγα ἐσίναντο, ἄνδρας τρεῖς ἀπολέσαντες· νοστησάντων δὲ τούτων ἐς τὴν Ἑλλάδα δοκέειν ἔφη ἀκούσαντας τοὺς Ἕλληνας τὰ ἑωυτοῦ πρήγματα πρὸ τοῦ στόλου τοῦ γινομένου παραδώσειν σφέας τὴν ἰδίην ἐλευθερίην, καὶ οὕτω οὐδὲ δεήσειν ἐπʼ αὐτοὺς στρατηλατέοντας πρήγματα ἔχειν.
他在下达这些命令时,附加了如下理由:即如果这些间谍被处死,希腊人就不会预先得知他的军力是无法用言语形容的强大,而(波斯人)仅处死三个人,也不会给敌人带来任何重大打击;但如果这些人回到希腊,他说他认为,希腊人在听闻他的实力后,会在远征军出发之前就交出他们自己的自由,这样也就没有必要再辛辛苦苦地率军去讨伐他们了。
§7.147.2οἶκε δὲ αὐτοῦ αὕτη ἡ γνώμη τῇ γε ἄλλῃ.
他的这一想法与他的另一个想法颇为相似。
ἐὼν γὰρ ἐν Ἀβύδῳ ὁ Ξέρξης εἶδε πλοῖα ἐκ τοῦ Πόντου σιταγωγὰ διεκπλώοντα τὸν Ἑλλήσποντον, ἔς τε Αἴγιναν καὶ Πελοπόννησον κομιζόμενα.
因为当薛西斯在阿比多斯时,他看到几艘从黑海运载粮食的船只正穿过赫勒斯滂,运往埃伊纳和伯罗奔尼撒。
οἱ μὲν δὴ πάρεδροι αὐτοῦ ὡς ἐπύθοντο πολέμια εἶναι τὰ πλοῖα, ἕτοιμοι ἦσαν αἱρέειν αὐτά, ἐσβλέποντες ἐς τὸν βασιλέα ὁκότε παραγγελέει.
他的随从们得知这些船只属于敌国时,便准备予以拦截搜捕,并注视着国王,等待他何时下达命令。
§7.147.3ὁ δὲ Ξέρξης εἴρετο αὐτοὺς ὅκῃ πλέοιεν·
然而,薛西斯问他们,这些船是要驶往何处。
οἳ δὲ εἶπαν ἐς τοὺς σοὺς πολεμίους, ὦ δέσποτα, σῖτον ἄγοντες.
他们回答说: “主人,是去您的敌人那里,运送粮食。
ὁ δὲ ὑπολαβὼν ἔφη οὐκῶν καὶ ἡμεῖς ἐκεῖ πλέομεν ἔνθα περ οὗτοι, τοῖσί τε ἄλλοισι ἐξηρτυμένοι καὶ σίτῳ;
” 薛西斯接着说道: “难道我们不也是要驶往这些人所去的地方吗? 而且我们还配备了其他物资和粮食。
τί δῆτα ἀδικέουσι οὗτοι ἡμῖν σιτία παρακομίζοντες;
既然如此,他们为我们运送粮食,又有什么过错呢? ”

词汇与语法注释

  1. 7.147.1οὔτʼ ἄν τι τοὺς πολεμίους μέγα ἐσίναντο, ἄνδρας τρεῖς ἀπολέσαντες — 主格复数分词 ἀπολέσαντες(使失去、处死)的逻辑主语是波斯人(或薛西斯),其宾语是 ἄνδρας τρεῖς(三个人)。整个分句的主语也转为波斯人,与前一分句的主语“希腊人(οἱ Ἕλληνες)”不同。意思是“(波斯人)即便处死这三个间谍,也不会给敌人带来什么重大打击”。
  2. 7.147.1δοκέειν ἔφη — 动词 ἔφη(他说)之后接不定式 δοκέειν(认为、看来),属于间接引语。在希罗多德的文体中,δοκέειν ἔφη 是一种常用句式,意为“他说他认为……”。
  3. 7.147.3ἡμῖν — 人称代名词 ἡμεῖς(我们)的与格,在此充当受益与格(dativus commodi),意为“为我们”。因为波斯军队目的地也是希腊,薛西斯认为,这些船只向希腊运送粮食,实际上等同于“为我们”运送粮食(供未来波斯军占领和食用)。

引用这一段

希罗多德, 历史 §7.147.1-7.147.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.147.1-7.147.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。