§7.148.1οἱ μέν νυν κατάσκοποι οὕτω θεησάμενοί τε καὶ ἀποπεμφθέντες ἐνόστησαν ἐς τὴν Εὐρώπην, οἱ δὲ συνωμόται Ἑλλήνων ἐπὶ τῷ Πέρσῃ μετὰ τὴν ἀπόπεμψιν τῶν κατασκόπων δεύτερα ἔπεμπον ἐς Ἄργος ἀγγέλους.
さて、スパイたちはこのように視察を終えて送り返され、ヨーロッパへ帰還した。 ペルシア人に対抗して同盟を結んだギリシア人たちは、スパイたちの送還ののち、第二の行動としてアルゴスへ使者を派遣した。
§7.148.2Ἀργεῖοι δὲ λέγουσι τὰ κατʼ ἑωυτοὺς γενέσθαι ὧδε.
アルゴス人側の言い分によれば、彼らに関する事柄は次のように推移したという。
πυθέσθαι γὰρ αὐτίκα κατʼ ἀρχὰς τὰ ἐκ τοῦ βαρβάρου ἐγειρόμενα ἐπὶ τὴν Ἑλλάδα, πυθόμενοι δέ, καὶ μαθόντες ὡς σφέας οἱ Ἕλληνες πειρήσονται παραλαμβάνοντες ἐπὶ τὸν Πέρσην, πέμψαι θεοπρόπους ἐς Δελφοὺς τὸν θεὸν ἐπειρησομένους ὥς σφι μέλλει ἄριστον ποιέουσι γενέσθαι·
すなわち、彼らは事の始まりの当初から、異民族によってギリシアに対する軍事行動が起こされていることを直ちに察知していた。 また、ギリシア人たちが自分たちをペルシア人に対する戦いに引き入れようと試みるであろうことを知ると、自分たちにとってどのような行動をとるのが最善となるかを神に尋ねるため、デルポイへ神託使を派遣した。
νεωστὶ γὰρ σφέων τεθνάναι ἑξακισχιλίους ὑπὸ Λακεδαιμονίων καὶ Κλεομένεος τοῦ Ἀναξανδρίδεω· τῶν δὴ εἵνεκα πέμπειν.
というのも、最近、ラケダイモン人たちとアナクサンドリデスの子クレオメネスによって、彼らのうち六千人が殺されたばかりだったからであり、まさにこの大打撃のために神託使を派遣したのだという。
§7.148.3τὴν δὲ Πυθίην ἐπειρωτῶσι αὐτοῖσι ἀνελεῖν τάδε.
そして彼らが尋ねると、ピュティアは次のような神託を告げた。
"
ἐχθρὲ περικτιόνεσσι, φίλʼ ἀθανάτοισι θεοῖσιν,
εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο
καὶ κεφαλὴν πεφύλαξο·
「近隣の者たちに憎まれ、不死なる神々に愛される者よ、 / 槍を内へ引き込み、警戒して座していよ。 / そして頭を護れ。
κάρη δὲ τὸ σῶμα σαώσει.
頭が身体を救うであろう。
"
ταῦτα μὲν τὴν Πυθίην χρῆσαι πρότερον·
」ピュティアはあらかじめこのような神託を与えていた。
μετὰ δὲ ὡς ἐλθεῖν τοὺς ἀγγέλους ἐς δὴ τὸ Ἄργος, ἐπελθεῖν ἐπὶ τὸ βουλευτήριον καὶ λέγειν τὰ ἐντεταλμένα.
その後、使者たちがまさにアルゴスに到着すると、彼らは評議会へと現れ、委託された事項を述べた。
§7.148.4τοὺς δὲ πρὸς τὰ λεγόμενα ὑποκρίνασθαι ὡς ἕτοιμοι εἰσὶ Ἀργεῖοι ποιέειν ταῦτα, τριήκοντα ἔτεα εἰρήνην σπεισάμενοι Λακεδαιμονίοισι καὶ ἡγεόμενοι κατὰ τὸ ἥμισυ πάσης τῆς συμμαχίης.
これに対し、アルゴス人たちは次のように答えた。 アルゴス人としては、ラケダイモン人たちと三十年間の和平条約を結ぶこと、そして全同盟軍の半分の統率権を握ることを条件として、これらを行う用意がある、と。
καίτοι κατά γε τὸ δίκαιον γίνεσθαι τὴν ἡγεμονίην ἑωυτῶν· ἀλλʼ ὅμως σφίσι ἀποχρᾶν κατὰ τὸ ἥμισυ ἡγεομένοισι.
本来の正義に照らせば、統率権全体が自分たちのものであるべきだが、それにもかかわらず、半分を統率するだけでも自分たちには十分である、というのである。