§7.146.1ὡς δὲ ταῦτα σφι ἔδοξε, καταλυσάμενοι τὰς ἔχθρας πρῶτα μὲν κατασκόπους πέμπουσι ἐς τὴν Ἀσίην ἄνδρας τρεῖς.
当这些事情在他们之间决定下来后,他们消除了彼此的敌意,首先派了三名男子作为间谍前往亚洲。
οἳ δὲ ἀπικόμενοί τε ἐς Ξάρδις καὶ καταμαθόντες τὴν βασιλέος στρατιήν, ὡς ἐπάιστοι ἐγένοντο, βασανισθέντες ὑπὸ τῶν στρατηγῶν τοῦ πεζοῦ στρατοῦ ἀπήγοντο ὡς ἀπολεόμενοι.
这些人抵达萨尔迪斯并摸清了国王军队的情况,但他们的身份暴露了,在受到陆军将领们的拷问后,被带走准备处死。
§7.146.2καὶ τοῖσι μὲν κατεκέκριτο θάνατος, Ξέρξης δὲ ὡς ἐπύθετο ταῦτα, μεμφθεὶς τῶν στρατηγῶν τὴν γνώμην πέμπει τῶν τινας δορυφόρων, ἐντειλάμενος, ἢν καταλάβωσι τοὺς κατασκόπους ζῶντας, ἄγειν παρʼ ἑωυτόν.
这些人本已被判处死刑,但薛西斯得知此事后,对将领们的决定表示谴责,并派遣了若干侍卫,命令他们如果发现这些间谍还活着,就带到自己面前来。
§7.146.3ὡς δὲ ἔτι περιεόντας αὐτοὺς κατέλαβον καὶ ἦγον ἐς ὄψιν τὴν βασιλέος, τὸ ἐνθεῦτεν πυθόμενος ἐπʼ οἷσι ἦλθον, ἐκέλευε σφέας τοὺς δορυφόρους περιάγοντας ἐπιδείκνυσθαι πάντα τε τὸν πεζὸν στρατὸν καὶ τὴν ἵππον, ἐπεὰν δὲ ταῦτα θηεύμενοι ἔωσι πλήρεες, ἀποπέμπειν ἐς τὴν ἂν αὐτοὶ ἐθέλωσι χώρην ἀσινέας.
当侍卫们发现他们依然活着并带到国王面前时,薛西斯随后询问了他们前来的目的,并命令侍卫们领着他们,向他们展示所有的步兵和骑兵,而当他们看够了这些之后,便安然无恙地送他们去任何他们自己想去的国家。