§7.142.1ταῦτα σφι ἠπιώτερα γὰρ τῶν προτέρων καὶ ἦν καὶ ἐδόκεε εἶναι, συγγραψάμενοι ἀπαλλάσσοντο ἐς τὰς Ἀθήνας.
由于这些话语无论在实际上还是在感觉上都比前一次更为温和,雅典使者们便将神谕记录下来,动身返回雅典。
ὡς δὲ ἀπελθόντες οἱ θεοπρόποι ἀπήγγελλον ἐς τὸν δῆμον, γνῶμαι καὶ ἄλλαι πολλαὶ γίνονται διζημένων τὸ μαντήιον καὶ αἵδε συνεστηκυῖαι μάλιστα.
当使者们返回并向公民大会报告时,在探讨神谕含义的人们中间产生了许多不同的意见,其中以下几种观点最为针锋相对。
τῶν πρεσβυτέρων ἔλεγον μετεξέτεροι δοκέειν σφίσι τὸν θεὸν τὴν ἀκρόπολιν χρῆσαι περιέσεσθαι. ἡ γὰρ ἀκρόπολις τὸ πάλαι τῶν Ἀθηναίων ῥηχῷ ἐπέφρακτο.
长老中的一些人主张,在他们看来,神的意思是指阿克罗波利斯将得以幸存;因为在古时候,雅典人的阿克罗波利斯曾是用荆棘栅栏围起来的。
§7.142.2οἳ μὲν δὴ κατὰ τὸν φραγμὸν συνεβάλλοντο τοῦτο τὸ ξύλινον τεῖχος εἶναι, οἳ δʼ αὖ ἔλεγον τὰς νέας σημαίνειν τὸν θεόν, καὶ ταύτας παραρτέεσθαι ἐκέλευον τὰ ἄλλα ἀπέντας.
因此,有人根据这道栅栏推测这就是所谓的“木墙”;而另一些人则相反,认为神指的是战船,并敦促大家放弃其他一切,着手准备船只。
τοὺς ὦν δὴ τὰς νέας λέγοντας εἶναι τὸ ξύλινον τεῖχος ἔσφαλλε τὰ δύο τὰ τελευταῖα ῥηθέντα ὑπὸ τῆς Πυθίης,
"
ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν
ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης. "
然而,那些认为战船即是木墙的人,却被皮提娅最后所说的这两行诗句搞得无所适从: “噢,神圣的萨拉米斯,无论是在得墨忒耳播种之时,还是在收获之日,你都将毁灭妇人们的孩子。
§7.142.3κατὰ ταῦτα τὰ ἔπεα συνεχέοντο αἱ γνῶμαι τῶν φαμένων τὰς νέας τὸ ξύλινον τεῖχος εἶναι· οἱ γὰρ χρησμολόγοι ταύτῃ ταῦτα ἐλάμβανον, ὡς ἀμφὶ Σαλαμῖνα δεῖ σφεας ἑσσωθῆναι ναυμαχίην παρασκευασαμένους.
” 由于这些诗句,那些声称战船即是木墙的人的意见陷入了混乱;因为神谕解释者们是将此话理解为,即使他们准备好进行海战,也注定要在萨拉米斯一带遭遇惨败。