§7.141.1ταῦτα ἀκούσαντες οἱ τῶν Ἀθηναίων θεοπρόποι συμφορῇ τῇ μεγίστῃ ἐχρέωντο.
听闻此言,雅典使者们陷入了极大的绝望之中。
προβάλλουσι δὲ σφέας αὐτοὺς ὑπὸ τοῦ κακοῦ τοῦ κεχρησμένου, Τίμων ὁ Ἀνδροβούλου, τῶν Δελφῶν ἀνὴρ δόκιμος ὅμοια τῷ μάλιστα, συνεβούλευέ σφι ἱκετηρίην λαβοῦσι δεύτερα αὖτις ἐλθόντας χρᾶσθαι τῷ χρηστηρίῳ ὡς ἱκέτας.
正当他们因听到的灾祸而自暴自弃时,安德罗布洛斯之子提蒙,一位在德尔斐极具声望的公民,建议他们手持祈愿的树枝,作为求助者第二次前去求问神谕。
§7.141.2πειθομένοισι δὲ ταῦτα τοῖσι Ἀθηναίοισι καὶ λέγουσι
ὦναξ, χρῆσον ἡμῖν ἄμεινόν τι περὶ τῆς πατρίδος, αἰδεσθεὶς τὰς ἱκετηρίας τάσδε τάς τοι ἥκομεν φέροντες, ἢ οὔ τοι ἄπιμεν ἐκ τοῦ ἀδύτου, ἀλλʼ αὐτοῦ τῇδε μενέομεν ἔστʼ ἂν καὶ τελευτήσωμεν,
ταῦτα δὲ λέγουσι ἡ πρόμαντις χρᾷ δεύτερα τάδε. §7.141.3"
οὐ δύναται Παλλὰς Δίʼ Ὀλύμπιον ἐξιλάσασθαι
λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ.
雅典人顺从了这一建议,说道:“主啊,请看在我们带来的这些祈愿树枝的份上,赐予我们关于祖国更好的神谕吧。 否则,我们绝不离开这圣所,而要留在这里,直到我们死去。 ”在他们说出这些话后,女预言家第二次传达了如下神谕: “帕拉斯虽以千万言语和缜密智慧百般哀求,却终究无法使奥林匹斯山上的宙斯回心转意。
σοὶ δὲ τόδʼ αὖτις ἔπος ἐρέω ἀδάμαντι πελάσσας. τῶν ἄλλων γὰρ ἁλισκομένων ὅσα Κέκροπος οὖρος
ἐντὸς ἔχει κευθμών τε Κιθαιρῶνος ζαθέοιο,
τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς
μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τʼ ὀνήσει. "
然而,我将再次向你宣告这坚如金刚之言:在克克罗普斯的疆界内,以及神圣的基泰戎山谷所包容的其他一切地方都陷落之时,声威远播的宙斯将赐予特里托格内娅一堵木墙,唯有它不可攻破,这将拯救你和你的子孙。
§7.141.4"
μηδὲ σύ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα
πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ὑποχωρεῖν
νῶτον ἐπιστρέψας· ἔτι τοι ποτε κἀντίος ἔσσῃ.
” “至于你,切勿静静地等待那从大陆逼近的骑兵和庞大的步兵大军,而应转身退避;终有一天,你将与他们正面交锋。
ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν
ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης.
噢,神圣的萨拉米斯,无论是在得墨忒耳播种之时,还是在收获之日,你都将毁灭妇人们的孩子。
"
”