Humanitext Reader

希罗多德 · 历史 §7.139.1-7.139.6

雅典在保卫希腊中的决定性作用

第 1202 段,共 1577 段 · 希腊语

内容简介

作者强调了雅典人在保卫希腊中所起到的决定性作用,并通过反事实假设论述了如果雅典人投降将会导致的灾难性后果。

§7.139.1ἐνθαῦτα ἀναγκαίῃ ἐξέργομαι γνώμην ἀποδέξασθαι ἐπίφθονον μὲν πρὸς τῶν πλεόνων ἀνθρώπων, ὅμως δὲ τῇ γέ μοι φαίνεται εἶναι ἀληθὲς οὐκ ἐπισχήσω.
在此,我迫于无奈,不得不发表一个会招致大多数人反感的意见;然而,既然在我看来这就是事实,我便不会隐瞒。
§7.139.2εἰ Ἀθηναῖοι καταρρωδήσαντες τὸν ἐπιόντα κίνδυνον ἐξέλιπον τὴν σφετέρην, ἢ καὶ μὴ ἐκλιπόντες ἀλλὰ μείναντες ἔδοσαν σφέας αὐτοὺς Ξέρξῃ, κατὰ τὴν θάλασσαν οὐδαμοὶ ἂν ἐπειρῶντο ἀντιούμενοι βασιλέι.
如果雅典人因惧怕逼近的危险而放弃了自己的国土,或者即使没有放弃,而是留下来向薛西斯投降,那么在海上就不会有任何人试图反抗国王。
εἰ τοίνυν κατὰ τὴν θάλασσαν μηδεὶς ἠντιοῦτο Ξέρξῃ, κατά γε ἂν τὴν ἤπειρον τοιάδε ἐγίνετο· §7.139.3εἰ καὶ πολλοὶ τειχέων κιθῶνες ἦσαν ἐληλαμένοι διὰ τοῦ Ἰσθμοῦ Πελοποννησίοισι, προδοθέντες ἂν Λακεδαιμόνιοι ὑπὸ τῶν συμμάχων οὐκ ἑκόντων ἀλλʼ ὑπʼ ἀναγκαίης, κατὰ πόλις ἁλισκομένων ὑπὸ τοῦ ναυτικοῦ στρατοῦ τοῦ βαρβάρου, ἐμουνώθησαν, μουνωθέντες δὲ ἂν καὶ ἀποδεξάμενοι ἔργα μεγάλα ἀπέθανον γενναίως.
因此,如果海上没有人反抗薛西斯,陆地上的局势就会像这样发展:即使伯罗奔尼撒人已经在地峡处修筑了许多道坚固的防壁,拉凯戴蒙人也会被他们的盟友背叛——盟友们并非出于自愿,而是由于自己的城邦被蛮族的舰队逐一攻破,迫于无奈而背叛——从而陷入孤立,而陷入孤立的他们,在展现了伟大的壮举之后,也会英勇地战死。
§7.139.4ἢ ταῦτα ἂν ἔπαθον, ἢ πρὸ τοῦ ὁρῶντες ἂν καὶ τοὺς ἄλλους Ἕλληνας μηδίζοντας ὁμολογίῃ ἂν ἐχρήσαντο πρὸς Ξέρξην.
他们要么会遭遇这样的命运,要么在此之前,看到其他希腊人也倒向波斯,便会与薛西斯达成协议。
καὶ οὕτω ἂν ἐπʼ ἀμφότερα ἡ Ἑλλὰς ἐγίνετο ὑπὸ Πέρσῃσι.
这样一来,无论哪种情况,希腊都会落入波斯人的统治之下。
τὴν γὰρ ὠφελίην τὴν τῶν τειχέων τῶν διὰ τοῦ Ἰσθμοῦ ἐληλαμένων οὐ δύναμαι πυθέσθαι ἥτις ἂν ἦν, βασιλέος ἐπικρατέοντος τῆς θαλάσσης.
因为我无法理解,在国王主宰海洋的情况下,横跨地峡修筑的防壁还能起到什么作用。
§7.139.5νῦν δὲ Ἀθηναίους ἄν τις λέγων σωτῆρας γενέσθαι τῆς Ἑλλάδος οὐκ ἂν ἁμαρτάνοι τὸ ἀληθές.
然而在今天,如果有人说雅典人是希腊的救星,那他并没有违背事实。
οὗτοι γὰρ ἐπὶ ὁκότερα τῶν πρηγμάτων ἐτράποντο, ταῦτα ῥέψειν ἔμελλε· ἑλόμενοι δὲ τὴν Ἑλλάδα περιεῖναι ἐλευθέρην, τοῦτο τὸ Ἑλληνικὸν πᾶν τὸ λοιπόν, ὅσον μὴ ἐμήδισε, αὐτοὶ οὗτοι ἦσαν οἱ ἐπεγείραντες καὶ βασιλέα μετά γε θεοὺς ἀνωσάμενοι.
因为他们倒向事务的哪一边,天平就会向哪一边倾斜;他们选择让希腊保持自由,正是他们唤醒了其余所有没有倒向波斯的希腊人,并且在神明之后,击退了国王。
§7.139.6οὐδὲ σφέας χρηστήρια φοβερὰ ἐλθόντα ἐκ Δελφῶν καὶ ἐς δεῖμα βαλόντα ἔπεισε ἐκλιπεῖν τὴν Ἑλλάδα, ἀλλὰ καταμείναντες ἀνέσχοντο τὸν ἐπιόντα ἐπὶ τὴν χώρην δέξασθαι.
即使是从德尔斐传来、令他们陷入恐慌的恐怖神谕,也未能说服他们放弃希腊;相反,他们坚守原地,忍受并迎击了侵入本国领土的来犯之敌。

词汇与语法注释

  1. 7.139.1ἀναγκαίῃ ἐξέργομαι — 被动语态,意为“迫于无奈”或“受必然性所驱使”。作者表达了坚定的立场,即尽管知道这会招致反感,但仍要阐明从历史分析中得出的不可避免的结论。
  2. 7.139.3προδοθέντες ἂν ... ἐμουνώθησαν — 倒装结构。助词 ἂν 紧跟在分词 προδοθέντες 之后,但在语法上它作用于主句的直陈式过去时动词 ἐμουνώθησαν(以及随后的 ἀπέθανον),构成与过去事实相反的虚拟条件句的主句(归结句)。
  3. 7.139.4ἥτις ἂν ἦν — 在以 ἥτις 引导的间接疑问从句中使用了 ἂν 加上直陈式过去时(ἦν),表明作为主句“我无法理解”之对象的内容,在过去属于反事实的假设(“会起到什么作用”)。
  4. 7.139.5ἄν τις λέγων ... οὐκ ἂν ἁμαρτάνοι — 条件分词。分词 λέγων 起到了条件从句的作用(相当于 εἰ λέγοι,“如果有人说”),与主句中带 ἂν 的祈愿式 οὐκ ἂν ἁμαρτάνοι(表示潜在可能性或温和的主张)相呼应。
  5. 7.139.5ἑλόμενοι δὲ τὴν Ἑλλάδα περιεῖναι ἐλευθέρην — 不定式 περιεῖναι(源自 περίειμι,“存活、保持”)作为分词 ἑλόμενοι(源自 αἱρέομαι,“选择”)的宾语,表示“选择让希腊保持自由”。

引用这一段

希罗多德, 历史 §7.139.1-7.139.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.139.1-7.139.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。