§7.130.1οἱ δὲ κατηγεόμενοι, εἰρομένου Ξέρξεω εἰ ἔστι ἄλλη ἔξοδος ἐς θάλασσαν τῷ Πηνειῷ, ἐξεπιστάμενοι ἀτρεκέως εἶπον
βασιλεῦ, ποταμῷ τούτῳ οὐκ ἔστι ἄλλη ἐξήλυσις ἐς θάλασσαν κατήκουσα, ἀλλʼ ἥδε αὐτή· ὄρεσι γὰρ περιεστεφάνωται πᾶσα Θεσσαλίη.
向导们在薛西斯询问佩涅奥斯河是否有其他通往大海的出口时,由于对实情了如指掌,便回答说:“大王,这条河没有其他通往大海的出口,唯独只有这一处;因为整个帖撒利都被群山环绕。
Ξέρξην δὲ λέγεται εἰπεῖν πρὸς ταῦτα
σοφοὶ ἄνδρες εἰσὶ Θεσσαλοί.
”据说薛西斯对此回应道:“帖撒利人真是聪明人。
§7.130.2ταῦτʼ ἄρα πρὸ πολλοῦ ἐφυλάξαντο γνωσιμαχέοντες καὶ τἆλλα καὶ ὅτι χώρην ἄρα εἶχον εὐαίρετόν τε καὶ ταχυάλωτον.
正因如此,他们早就作好了防备,认清了自己的局限,不仅在其他事上,而且因为他们知道自己拥有一片易攻易陷的土地。
τὸν γὰρ ποταμὸν πρῆγμα ἂν ἦν μοῦνον ἐπεῖναι σφέων ἐπὶ τὴν χώρην, χώματι ἐκ τοῦ αὐλῶνος ἐκβιβάσαντα καὶ παρατρέψαντα διʼ ὧν νῦν ῥέει ῥεέθρων, ὥστε Θεσσαλίην πᾶσαν ἔξω τῶν ὀρέων ὑπόβρυχα γενέσθαι.
因为只要将河流引向他们的土地就足够了,只需在峡谷中修筑堤坝将河水拦截并使之改道,不再流经现在的河道,这样一来,除了山地之外,整个帖撒利都会被淹没。
§7.130.3ταῦτα δὲ ἔχοντα ἔλεγε ἐς τοὺς Ἀλεύεω παῖδας, ὅτι πρῶτοι Ἑλλήνων ἐόντες Θεσσαλοὶ ἔδοσαν ἑωυτοὺς βασιλέι, δοκέων ὁ Ξέρξης ἀπὸ παντός σφεας τοῦ ἔθνεος ἐπαγγέλλεσθαι φιλίην.
” 他之所以说这番话,是针对阿勒乌阿斯的儿子们而言的,因为作为帖撒利人,他们是希腊人中最先向国王投降的;薛西斯以为他们是代表整个部族来表示友好的。
εἴπας δὲ ταῦτα καὶ θεησάμενος ἀπέπλεε ἐς τὴν Θέρμην.
说完这些话并结束视察后,他便乘船返回了德尔梅。