§7.131.1ὁ μὲν δὴ περὶ Πιερίην διέτριβε ἡμέρας συχνάς· τὸ γὰρ δὴ ὄρος τὸ Μακεδονικὸν ἔκειρε τῆς στρατιῆς τριτημορίς, ἵνα ταύτῃ διεξίῃ ἅπασα ἡ στρατιὴ ἐς Περραιβούς.
且说他在皮埃里亚一带逗留了许多天;因为他军队的三分之一正在开辟马其顿的山林,以便全军能从这条路通过,进入佩赖博伊人的领土。
οἱ δὲ δὴ κήρυκες οἱ ἀποπεμφθέντες ἐς τὴν Ἑλλάδα ἐπὶ γῆς αἴτησιν ἀπίκατο οἳ μὲν κεινοί, οἳ δὲ φέροντες γῆν τε καὶ ὕδωρ.
与此同时,那些被派往希腊要求索取土地的使者们回来了,他们有的人空手而归,有的人则带回了土和水。