§7.13.1τὸν μὲν ταῦτα εἰπόντα ἐδόκεε ὁ Ξέρξης ἀποπτάσθαι, ἡμέρης δὲ ἐπιλαμψάσης ὀνείρου μὲν τούτου λόγον οὐδένα ἐποιέετο, ὁ δὲ Περσέων συναλίσας τοὺς καὶ πρότερον συνέλεξε, ἔλεξέ σφι τάδε. §7.13.2ἄνδρες Πέρσαι, συγγνώμην μοι ἔχετε ὅτι ἀγχίστροφα βουλεύομαι·
那人说完了这些话,薛西斯觉得他便飞走了。 天亮之后,他完全不把这个梦放在心上,而是召集了先前也曾聚集过的波斯人,对他们说了以下的话: “波斯人啊,请原谅我如此频繁地改变主意。
φρενῶν τε γὰρ ἐς τὰ ἐμεωυτοῦ πρῶτα οὔκω ἀνήκω, καὶ οἱ παρηγορεόμενοι ἐκεῖνα ποιέειν οὐδένα χρόνον μευ ἀπέχονται.
因为我还未达到自己心智的最成熟阶段,而那些劝我去做那件事的人也一刻不停地纠缠着我。
ἀκούσαντι μέντοι μοι τῆς Ἀρταβάνου γνώμης παραυτίκα μὲν ἡ νεότης ἐπέζεσε, ὥστε ἀεικέστερα ἀπορρῖψαι ἔπεα ἐς ἄνδρα πρεσβύτερον ἢ χρεόν·
然而,当我听到阿尔塔巴努斯的意见时,我的年轻气盛顿时发作,以至于对一位长者说出了超出分寸、极不体面的话。
νῦν μέντοι συγγνοὺς χρήσομαι τῇ ἐκείνου γνώμῃ.
不过现在,我已经认清了道理,将采用他的意见。
§7.13.3ὡς ὦν μεταδεδογμένον μοι μὴ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα, ἥσυχοι ἔστε.
因此,既然我已经改变主意,决定不对希腊出征,你们便安心吧。 ”