§7.124.1ὁ μὲν δὴ ναυτικὸς στρατὸς αὐτοῦ περὶ Ἄξιον ποταμὸν καὶ πόλιν Θέρμην καὶ τὰς μεταξὺ πόλιας τούτων περιμένων Βασιλέα ἐστρατοπεδεύετο, Ξέρξης δὲ καὶ ὁ πεζὸς στρατὸς ἐπορεύετο ἐκ τῆς Ἀκάνθου τὴν μεσόγαιαν τάμνων τῆς ὁδοῦ, βουλόμενος ἐς τὴν Θέρμην ἀπικέσθαι·
且说海军就在那地方,即阿克西奥斯河、塞尔梅城以及它们之间的城市一带安营扎寨,等待着国王;而薛西斯和陆军则从阿坎索斯出发,为了抵达塞尔梅,选择了一条穿过内陆的路线进军。
ἐπορεύετο δὲ διὰ τῆς Παιονικῆς καὶ Κρηστωνικῆς ἐπὶ ποταμὸν Χείδωρον, ὃς ἐκ Κρηστωναίων ἀρξάμενος ῥέει διὰ Μυγδονίης χώρης καὶ ἐξιεῖ παρὰ τὸ ἕλος τὸ ἐπʼ Ἀξίῳ ποταμῷ.
他们穿过派奥尼亚和克雷斯托尼亚,向着黑多罗斯河前进。 这条河发源于克雷斯托尼亚人的土地,流经米格多尼亚地区,注入阿克西奥斯河畔的沼泽附近。