Humanitext Reader

希罗多德 · 历史 §7.123.1-7.123.3

沿帕莱内半岛各城的征兵与舰队航行

第 1186 段,共 1577 段 · 希腊语

内容简介

描述薛西斯的海军如何从西索尼亚地区出发,绕过帕莱内半岛,沿途从各个城市征集兵力,并最终抵达塞尔马湾内的目的地。

§7.123.1ἡ μέν νυν χώρη αὕτη Σιθωνίη καλέεται, ὁ δὲ ναυτικὸς στρατὸς ὁ Ξέρξεω συντάμνων ἀπʼ Ἀμπέλου ἄκρης ἐπὶ Καναστραίην ἄκρην, τὸ δὴ πάρης τῆς Παλλήνης ἀνέχει μάλιστα, ἐνθεῦτεν νέας τε καὶ στρατιὴν παρελάμβανε ἐκ Ποτιδαίης καὶ Ἀφύτιος καὶ Νέης πόλιος καὶ Αἰγῆς καὶ Θεράμβω καὶ Σκιώνης καὶ Μένδης καὶ Σάνης·
且说这个地区被称为西索尼亚,而薛西斯的海军则从阿姆佩洛斯角直接横渡至卡纳斯特赖翁角(这正是整个帕莱内半岛最突出的地方),从那里,他们从波提代亚、阿菲提斯、内亚波利斯、埃盖、塞兰博斯、斯基奥内、门德和萨内征集了船只和军队。
αὗται γὰρ εἰσὶ αἱ τὴν νῦν Παλλήνην πρότερον δὲ Φλέγρην καλεομένην νεμόμεναι.
因为这些城市正是占领着如今被称为帕莱内、而以前被称为弗莱格拉的地区。
§7.123.2παραπλέων δὲ καὶ ταύτην τὴν χώρην ἔπλεε ἐς τὸ προειρημένον, παραλαμβάνων στρατιὴν καὶ ἐκ τῶν προσεχέων πολίων τῇ Παλλήνῃ, ὁμουρεουσέων δὲ τῷ Θερμαίῳ κόλπῳ, τῇσι οὐνόματα ἐστὶ τάδε, Λίπαξος Κώμβρεια Αἷσα Γίγωνος Κάμψα Σμίλα Αἴνεια·
在沿这个地区航行的同时,他们继续向着前述的目的地航行,并从紧邻帕莱内且靠近塞尔马湾的城市征集军队,这些城市的名字如下:利帕克索斯、科姆布雷亚、艾萨、吉戈诺斯、坎普萨、斯米拉和埃内亚。
ἡ δε τουτέων χώρη Κροσσαίη ἔτι καὶ ἐς τόδε καλέεται.
这些城市所在的地区直到今天仍被称为克罗赛亚。
§7.123.3ἀπὸ δὲ Αἰνείης, ἐς τὴν ἐτελεύτων καταλέγων τὰς πόλις, ἀπὸ ταύτης ἤδη ἐς αὐτόν τε τὸν Θερμαῖον κόλπον ἐγίνετο τῷ ναυτικῷ στρατῷ ὁ πλόος καὶ γῆν τὴν Μυγδονίην, πλέων δὲ ἀπίκετο ἔς τε τὴν προειρημένην Θέρμην καὶ Σίνδον τε πόλιν καὶ Χαλέστρην ἐπὶ τὸν Ἄξιον ποταμόν, ὃς οὐρίζει χώρην τὴν Μυγδονίην τε καὶ Βοττιαιίδα, τῆς ἔχουσι τὸ παρὰ θάλασσαν στεινὸν χωρίον πόλιες Ἴχναι τε καὶ Πέλλα.
从我列举城市的终点埃内亚开始,海军的航路从此便直接进入了塞尔马湾本身以及米格多尼亚的土地;船队航行着,抵达了前述的塞尔梅、辛杜斯城以及坐落在阿克西奥斯河畔的哈莱斯特雷,这条河划分了米格多尼亚和博蒂艾伊斯两地,在后者的海滨狭长地带,坐落着伊克奈和佩拉两座城市。

词汇与语法注释

  1. 7.123.1τὸ δὴ πάρης τῆς Παλλήνης ἀνέχει μάλιστα — 关系代词 τὸ 指代前文的女性名词“角”(Καναστραίην ἄκρην),但呈现中性单数形式,这可能是由于受中性名词 ἄκρον(岬角)的影响,或因卡纳斯特赖翁(Καναστραῖον)本身是中性。πάρης 是 πᾶσα 的属格 πάσης 的爱奥尼亚方言形式,修饰 τῆς Παλλήνης,作表示范围的属格。ἀνέχει 用作不及物动词,意为“突出”或“伸出”。
  2. 7.123.3ἀπὸ δὲ Αἰνείης ... ἀπὸ ταύτης ἤδη — 在介词短语 ἀπὸ δὲ Αἰνείης 出现后,插入了关系从句 ἐς τὴν ἐτελεύτων...;为了恢复句法的清晰度,使用了指示代词 ἀπὸ ταύτης ἤδη 进行冗余的重复。ἐτελεύτων 是未完成过去时,意为“我结束(列举)”。
  3. 7.123.3τῆς ἔχουσι τὸ παρὰ θάλασσαν στεινὸν χωρίον πόλιες Ἴχναι τε καὶ Πέλλα — 关系代词属格女性单数 τῆς 的先行词是紧接其前的女性名词 Βοττιαιίδα(博蒂艾伊斯地区),起部分属格或所有属格的作用。动词 ἔχουσι 的主语被后置在句末:πόλιες Ἴχναι τε καὶ Πέλλα(伊克奈和佩拉诸城)。

引用这一段

希罗多德, 历史 §7.123.1-7.123.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.123.1-7.123.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。