§7.122.1ὁ μέν νυν ναυτικὸς στρατὸς ὡς ἀπείθη ὑπὸ Ξέρξεω καὶ διεξέπλωσε τὴν διώρυχα τὴν ἐν τῷ Ἄθῳ γενομένην, διέχουσαν δὲ ἐς κόλπον ἐν τῷ Ἄσσα τε πόλις καὶ Πίλωρος καὶ Σίγγος καὶ Σάρτη οἴκηνται, ἐνθεῦτεν, ὡς καὶ ἐκ τουτέων τῶν πολίων στρατιὴν παρέλαβε, ἔπλεε ἀπιέμενος ἐς τὸν Θερμαῖον κόλπον, κάμπτων δὲ Ἄμπελον τὴν Τορωναίην ἄκρην παραμείβετο Ἑλληνίδας γε τάσδε πόλις, ἐκ τῶν νέας τε καὶ στρατιὴν παρελάμβανε, Τορώνην Γαληψὸν Σερμύλην Μηκύβερναν Ὄλυνθον.
且说海军在得到薛西斯的放行后,便航行通过了在阿索斯开凿的运河——该运河通往坐落有阿萨、皮洛鲁斯、辛古斯和萨尔特等城市的港湾。 此后,他们从这些城市也征集了军队,接着便向塞尔马湾航行。 在绕过托罗内角阿姆佩洛斯时,他们依次经过了以下这些希腊城市,并从这些城市也征集了船只和军队:托罗内、加莱普索斯、塞尔米莱、梅基贝尔纳和奥林索斯。