§7.123.1ἡ μέν νυν χώρη αὕτη Σιθωνίη καλέεται, ὁ δὲ ναυτικὸς στρατὸς ὁ Ξέρξεω συντάμνων ἀπʼ Ἀμπέλου ἄκρης ἐπὶ Καναστραίην ἄκρην, τὸ δὴ πάρης τῆς Παλλήνης ἀνέχει μάλιστα, ἐνθεῦτεν νέας τε καὶ στρατιὴν παρελάμβανε ἐκ Ποτιδαίης καὶ Ἀφύτιος καὶ Νέης πόλιος καὶ Αἰγῆς καὶ Θεράμβω καὶ Σκιώνης καὶ Μένδης καὶ Σάνης·
さて、この地方はシトニアと呼ばれている。 クセルフセスの海軍は、アンペロス岬から、パレネ全土の中で最も突出しているカナストライオン岬へと海路を直行し、そこからポティダイア、アピュティス、ネア・ポリス、アイゲ、テランボス、スキオネ、メンデ、サネから船と軍勢を徴発した。
αὗται γὰρ εἰσὶ αἱ τὴν νῦν Παλλήνην πρότερον δὲ Φλέγρην καλεομένην νεμόμεναι.
というのも、これらの街こそが、現在はパレネと呼ばれ、かつてはフレグラと呼ばれていた地域を領有しているからである。
§7.123.2παραπλέων δὲ καὶ ταύτην τὴν χώρην ἔπλεε ἐς τὸ προειρημένον, παραλαμβάνων στρατιὴν καὶ ἐκ τῶν προσεχέων πολίων τῇ Παλλήνῃ, ὁμουρεουσέων δὲ τῷ Θερμαίῳ κόλπῳ, τῇσι οὐνόματα ἐστὶ τάδε, Λίπαξος Κώμβρεια Αἷσα Γίγωνος Κάμψα Σμίλα Αἴνεια·
この地を沿岸航行しながら、海軍は前述の目的地に向かって航行を続け、パレネに隣接しテルマイオス湾に臨む街々からも軍勢を徴発した。 それらの街の名は次の通りである。 リパクソス、コンブレイア、アイサ、ギゴノス、カンプサ、スミラ、アイネイア。
ἡ δε τουτέων χώρη Κροσσαίη ἔτι καὶ ἐς τόδε καλέεται.
これらのある地方は、今日に至るまでクロスサイアと呼ばれている。
§7.123.3ἀπὸ δὲ Αἰνείης, ἐς τὴν ἐτελεύτων καταλέγων τὰς πόλις, ἀπὸ ταύτης ἤδη ἐς αὐτόν τε τὸν Θερμαῖον κόλπον ἐγίνετο τῷ ναυτικῷ στρατῷ ὁ πλόος καὶ γῆν τὴν Μυγδονίην, πλέων δὲ ἀπίκετο ἔς τε τὴν προειρημένην Θέρμην καὶ Σίνδον τε πόλιν καὶ Χαλέστρην ἐπὶ τὸν Ἄξιον ποταμόν, ὃς οὐρίζει χώρην τὴν Μυγδονίην τε καὶ Βοττιαιίδα, τῆς ἔχουσι τὸ παρὰ θάλασσαν στεινὸν χωρίον πόλιες Ἴχναι τε καὶ Πέλλα.
私が街を列挙するにあたって最後に挙げたアイネイア、まさにこの地から、今や海軍の航路はテルマイオス湾そのもの、そしてミュグドニアの地へと向かうことになった。 船団は航行して、前述のテルメ、そしてシンドスの街、さらにはアクシオス川沿いのカレストレへと到着した。 この川はミュグドニア地方とボッティアイイス地方の境界をなしており、このボッティアイイスの、海沿いの狭隘な地を領有しているのが、イクナイとペラの街である。