Humanitext Reader

希罗多德 · 历史 §7.121.1-7.121.3

舰队开往塞尔马与陆军分三路进军

第 1184 段,共 1577 段 · 希腊语

内容简介

在被征服地区的人民承受沉重供应负担的同时,薛西斯命令海军先行航行至塞尔马,并将其陆军分为三部分向该地进军。

§7.121.1οἳ μὲν δὴ πιεζόμενοι ὅμως τὸ ἐπιτασσόμενον ἐπετέλεον.
他们虽身处重压之下,但还是完成了交办的任务。
Ξέρξης δὲ ἐκ τῆς Ἀκάνθου, ἐντειλάμενος τοῖσι στρατηγοῖσι τοῦ ναυτικοῦ στρατοῦ ὑπομένειν ἐν Θέρμῃ, ἀπῆκε ἀπʼ ἑωυτοῦ πορεύεσθαι τὰς νέας, Θέρμῃ δὲ τῇ ἐν τῷ Θερμαίῳ κόλπῳ οἰκημένῃ, ἀπʼ ἧς καὶ ὁ κόλπος οὗτος τὴν ἐπωνυμίην ἔχει· ταύτῃ γὰρ ἐπυνθάνετο συντομώτατον εἶναι.
而薛西斯则从阿坎索斯出发,在命令海军将领在塞尔马等候之后,便让船只离开自己,向坐落于塞尔马湾、且该湾也因此得名的塞尔马航行;因为他获悉,经由此路是最短的捷径。
§7.121.2μέχρι μὲν γὰρ Ἀκάνθου ὧδε τεταγμένος ὁ στρατὸς ἐκ Δορίσκου τὴν ὁδὸν ἐποιέετο· τρεῖς μοίρας ὁ Ξέρξης δασάμενος πάντα τὸν πεζὸν στρατόν, μίαν αὐτέων ἔταξε παρὰ θάλασσαν ἰέναι ὁμοῦ τῷ ναυτικῷ· §7.121.3ταύτης μὲν δὴ ἐστρατήγεον Μαρδόνιός τε καὶ Μασίστης, ἑτέρη δὲ τεταγμένη ἤιε τοῦ στρατοῦ τριτημορὶς τὴν μεσόγαιαν, τῆς ἐστρατήγεον Τριτανταίχμης τε καὶ Γέργις· ἡ δὲ τρίτη τῶν μοιρέων, μετʼ ἧς ἐπορεύετο αὐτὸς Ξέρξης, ἤιε μὲν τὸ μέσον αὐτῶν, στρατηγοὺς δὲ παρείχετο Σμερδομένεά τε καὶ Μεγάβυζον.
因为直到阿坎索斯为止,陆军是从多里斯库斯出发并按如下方式编队行军的:薛西斯将他的全部陆上步兵分为三个部分,并指派其中一部分沿着海边行进,与海军同行;这一部分由马尔多纽斯和马西斯特斯指挥;而被编队的另一三分之一陆军则行进于内陆,由特里坦泰克梅斯和盖尔吉斯指挥;至于第三部分,也就是薛西斯本人随同前行的那部分,则在他们两者中间行进,其将领为斯梅尔多梅内斯和梅加比佐斯。

词汇与语法注释

  1. 7.121.1Θέρμῃ δὲ — 如抄本中的异文 Θέρμην δὲ 或 Θέρμηδε 所示,此处的 δὲ 并非连词,而是附在地名 Θέρμη 之后的表示方向或目的地的接尾辞 -δε。它作为前述不定式 πορεύεσθαι(航行)的目的地,表示“前往塞尔马”。
  2. 7.121.1ταύτῃ — 指示代名词 οὗτος 的阴性单数与格。此处省略了阴性名词 ὁδός(道路、路线),用作表示路径或方式的与格,意为“经由此路”或“通过这条路线”。
  3. 7.121.2τρεῖς μοίρας ὁ Ξέρξης δασάμενος πάντα τὸν πεζὸν στρατόν — 这是动词 δατέομαι(分配、分割)的双宾格(双对格)句式,它同时将分割的对象(πάντα τὸν πεζὸν στρατόν)和分割后的结果数量(τρεῖς μοίρας)均置于宾格。

引用这一段

希罗多德, 历史 §7.121.1-7.121.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.121.1-7.121.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。