§7.121.1οἳ μὲν δὴ πιεζόμενοι ὅμως τὸ ἐπιτασσόμενον ἐπετέλεον.
彼らは実に、重圧を受けながらも、課された任務をともかくも果たし終えた。
Ξέρξης δὲ ἐκ τῆς Ἀκάνθου, ἐντειλάμενος τοῖσι στρατηγοῖσι τοῦ ναυτικοῦ στρατοῦ ὑπομένειν ἐν Θέρμῃ, ἀπῆκε ἀπʼ ἑωυτοῦ πορεύεσθαι τὰς νέας, Θέρμῃ δὲ τῇ ἐν τῷ Θερμαίῳ κόλπῳ οἰκημένῃ, ἀπʼ ἧς καὶ ὁ κόλπος οὗτος τὴν ἐπωνυμίην ἔχει·
一方、クセルフセスはアカントスから、海軍の将軍たちにテルメで待機するよう命じた上で、船団を自分から離して、テルマイオス湾に位置し、そこからこの湾もその名を得ているテルメへと航行するように送り出した。
ταύτῃ γὰρ ἐπυνθάνετο συντομώτατον εἶναι.
というのも、彼はそこを通るのが最短であると聞いていたからである。
§7.121.2μέχρι μὲν γὰρ Ἀκάνθου ὧδε τεταγμένος ὁ στρατὸς ἐκ Δορίσκου τὴν ὁδὸν ἐποιέετο·
というのも、アカントスに至るまでは、陸軍はドリスコスから次のように編制されて進路をとっていたからである。
τρεῖς μοίρας ὁ Ξέρξης δασάμενος πάντα τὸν πεζὸν στρατόν, μίαν αὐτέων ἔταξε παρὰ θάλασσαν ἰέναι ὁμοῦ τῷ ναυτικῷ·
クセルフセスは全歩兵軍を三つの部隊に分割し、そのうちの一つの部隊を、海沿いを進み海軍と並行して行行するように配置した。
§7.121.3ταύτης μὲν δὴ ἐστρατήγεον Μαρδόνιός τε καὶ Μασίστης, ἑτέρη δὲ τεταγμένη ἤιε τοῦ στρατοῦ τριτημορὶς τὴν μεσόγαιαν, τῆς ἐστρατήγεον Τριτανταίχμης τε καὶ Γέργις·
この部隊を率いていたのはマルドニオスとマシステスであり、配置された陸軍のもう一つの三分の一の部隊は内陸を進み、これを率いていたのはトリタンタイクメスとゲルギスであった。
ἡ δὲ τρίτη τῶν μοιρέων, μετʼ ἧς ἐπορεύετο αὐτὸς Ξέρξης, ἤιε μὲν τὸ μέσον αὐτῶν, στρατηγοὺς δὲ παρείχετο Σμερδομένεά τε καὶ Μεγάβυζον.
そして、クセルフセス自身が同行した第三の部隊は、これら両者の中間を進み、将軍としてはスメルドメネスとメガビュゾスを擁していた。