§7.10G.1σοὶ μὲν δὴ ταῦτα ὦ βασιλεῦ συμβουλεύω·
大王啊,这就是我对您的劝告。
σὺ δέ, ὦ παῖ Γοβρύεω Μαρδόνιε, παῦσαι λέγων λόγους ματαίους περὶ Ἑλλήνων οὐκ ἐόντων ἀξίων φλαύρως ἀκούειν.
至于你,戈布里亚斯之子马尔多纽斯,停止对希腊人说那些无稽之谈吧,他们不配受到恶评。
Ἕλληνας γὰρ διαβάλλων ἐπαείρεις αὐτὸν βασιλέα στρατεύεσθαι· αὐτοῦ δὲ τούτου εἵνεκα δοκέεις μοι πᾶσαν προθυμίην ἐκτείνειν.
因为你通过诽谤希腊人,正在怂恿大王亲征;在我看来,正是为了这个目的,你才倾注了全部的热忱。
μή νυν οὕτω γένηται.
但愿这件事不要发生。
§7.10G.2διαβολὴ γὰρ ἐστὶ δεινότατον· ἐν τῇ δύο μὲν εἰσὶ οἱ ἀδικέοντες, εἷς δὲ ὁ ἀδικεόμενος.
因为诽谤是最可怕的事情;在其中,行不义者有两人,而受不义者有一人。
ὁ μὲν γὰρ διαβάλλων ἀδικέει οὐ παρεόντι κατηγορέων, ὁ δὲ ἀδικέει ἀναπειθόμενος πρὶν ἢ ἀτρεκέως ἐκμάθῃ· ὁ δὲ δὴ ἀπεὼν τοῦ λόγου τάδε ἐν αὐτοῖσι ἀδικέεται, διαβληθείς τε ὑπὸ τοῦ ἑτέρου καὶ νομισθεὶς πρὸς τοῦ ἑτέρου κακὸς εἶναι.
因为诽谤者通过指控不在场的人而行不义,而相信者则在确切查明事实之前就被说服而行不义;至于那个在谈话中不在场的人,则在他们之间遭受不义,既被其中一人诽谤,又被另一人认为是个恶人。