§7.10B.1ζεύξας φῂς τὸν Ἑλλήσποντον ἐλᾶν στρατὸν διὰ τῆς Εὐρώπης ἐς τὴν Ἑλλάδα.
您说,在赫勒斯滂搭起桥梁后,您将带领军队穿过欧洲进入希腊。
καὶ δὴ καὶ συνήνεικέ σε ἤτοι κατὰ γῆν ἢ καὶ κατὰ θάλασσαν ἑσσωθῆναι, ἢ καὶ κατʼ ἀμφότερα·
然而,倘若您真的在陆上、海上,甚至在两方面都遭遇了失败,那又将如何?
οἱ γὰρ ἄνδρες λέγονται εἶναι ἄλκιμοι, πάρεστι δὲ καὶ σταθμώσασθαι, εἰ στρατιήν γε τοσαύτην σὺν Δάτι καὶ Ἀρταφρένεϊ ἐλθοῦσαν ἐς τὴν Ἀττικὴν χώρην μοῦνοι Ἀθηναῖοι διέφθειραν.
因为据说那些人非常勇敢,这也可以推测出来,毕竟当时与达提斯和阿尔塔弗雷内斯一同进入阿提卡土地的那样一支大军,仅凭雅典人就将其消灭了。
§7.10B.2οὔκων ἀμφοτέρῃ σφι ἐχώρησε.
固然,当时他们并没有在两方面都遭遇失败。
ἀλλʼ ἢν τῇσι νηυσὶ ἐμβάλωσι καὶ νικήσαντες ναυμαχίῃ πλέωσι ἐς τὸν Ἑλλήσποντον καὶ ἔπειτα λύσωσι τὴν γέφυραν, τοῦτο δὴ βασιλεῦ γίνεται δεινόν.
但是,如果他们用船只发起进攻,并在海战中获胜后驶向赫勒斯滂,随后拆毁桥梁,大王啊,这可就真的变成一件可怕的事情了。