§7.10B.1ζεύξας φῂς τὸν Ἑλλήσποντον ἐλᾶν στρατὸν διὰ τῆς Εὐρώπης ἐς τὴν Ἑλλάδα.
You say that, having bridged the Hellespont, you will march your army through Europe into Greece.
καὶ δὴ καὶ συνήνεικέ σε ἤτοι κατὰ γῆν ἢ καὶ κατὰ θάλασσαν ἑσσωθῆναι, ἢ καὶ κατʼ ἀμφότερα· οἱ γὰρ ἄνδρες λέγονται εἶναι ἄλκιμοι, πάρεστι δὲ καὶ σταθμώσασθαι, εἰ στρατιήν γε τοσαύτην σὺν Δάτι καὶ Ἀρταφρένεϊ ἐλθοῦσαν ἐς τὴν Ἀττικὴν χώρην μοῦνοι Ἀθηναῖοι διέφθειραν.
And indeed, suppose it should happen that you are defeated either by land or by sea, or even on both; for these men are said to be valiant, and it is possible to infer this, seeing that the Athenians alone destroyed so great an army that had come with Datis and Artaphernes into the Attic land.
§7.10B.2οὔκων ἀμφοτέρῃ σφι ἐχώρησε.
To be sure, things did not go against them on both fronts then.
ἀλλʼ ἢν τῇσι νηυσὶ ἐμβάλωσι καὶ νικήσαντες ναυμαχίῃ πλέωσι ἐς τὸν Ἑλλήσποντον καὶ ἔπειτα λύσωσι τὴν γέφυραν, τοῦτο δὴ βασιλεῦ γίνεται δεινόν.
But if they should attack with their ships, and having won a naval battle, sail to the Hellespont and then destroy the bridge, this indeed, O King, becomes a terrible thing.