§7.104.1πρὸς ταῦτα Δημάρητος λέγει
ὦ βασιλεῦ, ἀρχῆθεν ἠπιστάμην ὅτι ἀληθείῃ χρεώμενος οὐ φίλα τοι ἐρέω·
对此德玛拉托斯回答说:“大王,我从一开始就知道,如果我抱持着真实,我就不会说出讨您欢心的话。
σὺ δʼ ἐπεὶ ἠνάγκασας λέγειν τῶν λόγων τοὺς ἀληθεστάτους, ἔλεγον τὰ κατήκοντα Σπαρτιήτῃσι.
但是,既然您强迫我说出最真实的话,我便说出了斯巴达人真实的一面。
§7.104.2καίτοι ὡς ἐγὼ τυγχάνω τὰ νῦν τάδε ἐστοργὼς ἐκείνους, αὐτὸς μάλιστα ἐξεπίστεαι, οἵ με τιμήν τε καὶ γέρεα ἀπελόμενοι πατρώια ἄπολίν τε καὶ φυγάδα πεποιήκασι, πατὴρ δὲ σὸς ὑποδεξάμενος βίον τέ μοι καὶ οἶκον ἔδωκε.
然而,我现在有多么‘喜爱’那些人,您自己最为清楚——正是他们夺去了我的尊严和祖传特权,使我流离失所、沦为亡命之徒;而您的父亲接纳了我,并赐予我生计与家园。
οὔκων οἰκός ἐστι ἄνδρα τὸν σώφρονα εὐνοίην φαινομένην διωθέεσθαι, ἀλλὰ στέργειν μάλιστα.
因此,一个明智的人不应当推拒显而易见的善意,而应当倍加珍惜。
§7.104.3ἐγὼ δὲ οὔτε δέκα ἀνδράσι ὑπίσχομαι οἷός τε εἶναι μάχεσθαι οὔτε δυοῖσι, ἑκών τε εἶναι οὐδʼ ἂν μουνομαχέοιμι.
我并不承诺自己能够对付十个男人,甚至也不承诺能对付两个,若凭我自愿,我甚至不会与任何人单独决斗。
εἰ δὲ ἀναγκαίη εἴη ἢ μέγας τις ὁ ἐποτρύνων ἀγών, μαχοίμην ἂν πάντων ἥδιστα ἑνὶ τούτων τῶν ἀνδρῶν οἳ Ἑλλήνων ἕκαστος φησὶ τριῶν ἄξιος εἶναι.
但若情势迫不得已,或是某种重大的斗争驱使着我,我将最乐意去与那些声称一人能抵挡三个希腊人的家伙中的任意一个交战。
§7.104.4ὣς δὲ καὶ Λακεδαιμόνιοι κατὰ μὲν ἕνα μαχόμενοι οὐδαμῶν εἰσι κακίονες ἀνδρῶν, ἁλέες δὲ ἄριστοι ἀνδρῶν ἁπάντων.
同样,拉凯戴蒙人若是单兵作战,不亚于任何常人;但若集体作战,他们则是所有人中最优秀的。
ἐλεύθεροι γὰρ ἐόντες οὐ πάντα ἐλεύθεροι εἰσί·
因为他们虽然自由,却也非完全自由。
ἔπεστι γάρ σφι δεσπότης νόμος, τὸν ὑποδειμαίνουσι πολλῷ ἔτι μᾶλλον ἢ οἱ σοὶ σέ.
因为在他们头上有一个主人,那就是‘法律’,他们对它的敬畏,远甚于您的臣民对您的畏惧。
§7.104.5ποιεῦσι γῶν τὰ ἂν ἐκεῖνος ἀνώγῃ· ἀνώγει δὲ τὠυτὸ αἰεί, οὐκ ἐῶν φεύγειν οὐδὲν πλῆθος ἀνθρώπων ἐκ μάχης, ἀλλὰ μένοντας ἐν τῇ τάξι ἐπικρατέειν ἢ ἀπόλλυσθαι.
至少,他们会遵行它的一切命令;而它的命令始终如一:决不许在战场上向任何多众的敌人逃跑,而是要坚守岗位,非胜即死。
σοὶ δὲ εἰ φαίνομαι ταῦτα λέγων φλυηρέειν, τἆλλα σιγᾶν θέλω τὸ λοιπόν· νῦν τε ἀναγκασθεὶς ἔλεξα.
但如果在您眼中,我因说这些话而显得是在满口胡言,那么今后我宁愿对其他事情保持沉默;这次我也只是在被迫之下才开口的。
γένοιτο μέντοι κατὰ νόον τοι, βασιλεῦ
然而,大王,愿一切都能如您所愿。 ”