Humanitext Reader

ヘロドトス · 歴史 §7.104.1-7.104.5

法を支配者として戦うスパルタ人を語るデマラトス

1167 / 1577 箇所 · ギリシア語

要旨

デマラトスは自身を追放したスパルタ人への複雑な感情を吐露しつつも、彼らが「法」という絶対的支配者を最も恐れ、戦場での退却を拒んで死ぬまで戦う強力な戦士集団であることを説明する。

§7.104.1πρὸς ταῦτα Δημάρητος λέγει ὦ βασιλεῦ, ἀρχῆθεν ἠπιστάμην ὅτι ἀληθείῃ χρεώμενος οὐ φίλα τοι ἐρέω·
πρὸς ταῦτα Δημάρητος λέγει これに対してデマラトスが言う。 「王よ、私は初めから、真実を語ればあなたに好まれないことを言ってしまうことになると知っておりました。
σὺ δʼ ἐπεὶ ἠνάγκασας λέγειν τῶν λόγων τοὺς ἀληθεστάτους, ἔλεγον τὰ κατήκοντα Σπαρτιήτῃσι.
しかし、あなたが最も真実な言葉を語るよう強制されましたので、私はスパルタ人にとってあるべき姿を語ったのです。
§7.104.2καίτοι ὡς ἐγὼ τυγχάνω τὰ νῦν τάδε ἐστοργὼς ἐκείνους, αὐτὸς μάλιστα ἐξεπίστεαι, οἵ με τιμήν τε καὶ γέρεα ἀπελόμενοι πατρώια ἄπολίν τε καὶ φυγάδα πεποιήκασι, πατὴρ δὲ σὸς ὑποδεξάμενος βίον τέ μοι καὶ οἶκον ἔδωκε. οὔκων οἰκός ἐστι ἄνδρα τὸν σώφρονα εὐνοίην φαινομένην διωθέεσθαι, ἀλλὰ στέργειν μάλιστα.
καίτοι ὡς ἐγὼ τυγχάνω τὰ νῦν τάδε ἐστοργὼς ἐκείνους, αὐτὸς μάλιστα ἐξεπίστεαι, οἵ με τιμήν τε καὶ γέρεα ἀπελόμενοι πατρώια ἄπολίν τε καὶ φυγάδα πεποιήκασι, πατὴρ δὲ σὸς ὑποδεξάμενος βίον τέ μοι καὶ οἶκον ἔδωκε. οὔκων οἰκός ἐστι ἄνδρα τὸν σώφρονα εὐνοίην φαινομένην διωθέεσθαι, ἀλλὰ στέργειν μάλιστα. とはいえ、私が今現在、彼らをどれほど『愛して』いるかは、あなたご自身が最もよくご存じです。 彼らは私から名誉と先祖代々の特権を奪い、国なき身、亡命者にしてしまったのです。 しかし、あなたの父上は私を受け入れ、生計と家を与えてくださいました。 したがって、思慮深い男が、目の前に示された好意を拒絶することは道理に合わず、むしろそれを深く受け入れるべきなのです。
§7.104.3ἐγὼ δὲ οὔτε δέκα ἀνδράσι ὑπίσχομαι οἷός τε εἶναι μάχεσθαι οὔτε δυοῖσι, ἑκών τε εἶναι οὐδʼ ἂν μουνομαχέοιμι. εἰ δὲ ἀναγκαίη εἴη ἢ μέγας τις ὁ ἐποτρύνων ἀγών, μαχοίμην ἂν πάντων ἥδιστα ἑνὶ τούτων τῶν ἀνδρῶν οἳ Ἑλλήνων ἕκαστος φησὶ τριῶν ἄξιος εἶναι.
ἐγὼ δὲ οὔτε δέκα ἀνδράσι ὑπίσχομαι οἷός τε εἶναι μάχεσθαι οὔτε δυοῖσι, ἑκών τε εἶναι οὐδʼ ἂν μουνομαχέοιμι. εἰ δὲ ἀναγκαίη εἴη ἢ μέγας τις ὁ ἐποτρύνων ἀγών, μαχοίμην ἂν πάντων ἥδιστα ἑνὶ τούτων τῶν ἀνδρῶν οἳ Ἑλλήνων ἕκαστος φησὶ τριῶν ἄξιος εἶναι. 私は、十人の男とも、また二人とも戦うことができるなどと約束はいたしませんし、自ら進んで一対一で戦うことなどいたしません。 しかし、もし必要に迫られるか、あるいは何か大きな戦いが私を駆り立てるならば、私は、ギリシア人の中で『自分は三人分に値する』と主張する男たちの一人を相手に、最も喜んで戦うでしょう。
§7.104.4ὣς δὲ καὶ Λακεδαιμόνιοι κατὰ μὲν ἕνα μαχόμενοι οὐδαμῶν εἰσι κακίονες ἀνδρῶν, ἁλέες δὲ ἄριστοι ἀνδρῶν ἁπάντων. ἐλεύθεροι γὰρ ἐόντες οὐ πάντα ἐλεύθεροι εἰσί· ἔπεστι γάρ σφι δεσπότης νόμος, τὸν ὑποδειμαίνουσι πολλῷ ἔτι μᾶλλον ἢ οἱ σοὶ σέ.
ὣς δὲ καὶ Λακεδαιμόνιοι κατὰ μὲν ἕνα μαχόμενοι οὐδαμῶν εἰσι κακίονες ἀνδρῶν, ἁλέες δὲ ἄριστοι ἀνδρῶν ἁπάντων. ἐλεύθεροι γὰρ ἐόντες οὐ πάντα ἐλεύθεροι εἰσί· ἔπεστι γάρ σφι δεσπότης νόμος, τὸν ὑποδειμαίνουσι πολλῷ ἔτι μᾶλλον ἢ οἱ σοὶ σέ. 同様に、ラケダイモン人たちも、個々に戦えばいかなる男たちにも劣りませんが、集団で戦えばあらゆる人々の中で最も優れた者たちとなります。 というのも、彼らは自由でありながら、完全に自由というわけではないからです。 彼らの上には『法』という主人が君臨しており、彼らはあなたの家臣たちがあなたを恐れるよりも、はるかにその主人を恐れているのです。
§7.104.5ποιεῦσι γῶν τὰ ἂν ἐκεῖνος ἀνώγῃ· ἀνώγει δὲ τὠυτὸ αἰεί, οὐκ ἐῶν φεύγειν οὐδὲν πλῆθος ἀνθρώπων ἐκ μάχης, ἀλλὰ μένοντας ἐν τῇ τάξι ἐπικρατέειν ἢ ἀπόλλυσθαι. σοὶ δὲ εἰ φαίνομαι ταῦτα λέγων φλυηρέειν, τἆλλα σιγᾶν θέλω τὸ λοιπόν· νῦν τε ἀναγκασθεὶς ἔλεξα. γένοιτο μέντοι κατὰ νόον τοι, βασιλεῦ
ποιεῦσι γῶν τὰ ἂν ἐκεῖνος ἀνώγῃ· ἀνώγει δὲ τὠυτὸ αἰεί, οὐκ ἐῶν φεύγειν οὐδὲν πλῆθος ἀνθρώπων ἐκ μάχης, ἀλλὰ μένοντας ἐν τῇ τάξι ἐπικρατέειν ἢ ἀπόλλυσθαι. σοὶ δὲ εἰ φαίνομαι ταῦτα λέγων φλυηρέειν, τἆλλα σιγᾶν θέλω τὸ λοιπόν· νῦν τε ἀναγκασθεὶς ἔλεξα. γένοιτο μέντοι κατὰ νόον τοι, βασιλεῦ. 事実、彼らはその主人が命じることを行います。 そしてその主人の命令は常に同じであり、いかなる多勢の敵を前にしても戦場から逃れることを許さず、陣にとどまって勝利するか、さもなくば死ぬことを命じるのです。 もしあなたに、私がこれらを語るのが戯言のように思われるならば、これからは他のことについては沈黙していたいと存じます。 今回は強制されたので語ったまでです。 しかし、王よ、何事もあなたの望み通りになりますように。 」

語釈・文法注

  1. §7.104.2ἐστοργὼς — 動詞 στέργω(愛する、愛着を持つ、満足する)の完了分詞。直後に語られる「私から名誉や特権を奪い、国を追われ亡命者にさせた」というスパルタ人に対する記述を踏まえると、ここでは強い反語(irony)として用いられており、実際には深い怨恨を抱いていることを強調している。
  2. §7.104.3ἑκών τε εἶναι — 制限的不定詞 εἶναι を伴う慣用表現。通常は否定語(ここでは οὐδʼ ἂν μουνομαχέοιμι)と共に用いられ、「自ら進んで」「好んで」という意味を表す。
  3. §7.104.4τὸν ὑποδειμαίνουσι πολλῷ ἔτι μᾶλλον ἢ οἱ σοὶ σέ — 比較構文。先行詞である「法(νόμος)」を受ける関係代名詞の対格 τὸν が目的語であり、これに対する「あなたの家臣たちがあなたを[恐れる]よりも」という比較対象が後続の ἢ οἱ σοὶ σέ(動詞 ὑποδειμαίνουσι は省略)によって示されている。程度を強める与格 πολλῷ が全体の対比関係を際立たせている。

この箇所を引用する

ヘロドトス, 歴史 §7.104.1-7.104.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.104.1-7.104.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。