§7.105.1ὃ μὲν δὴ ταῦτα ἀμείψατο, Ξέρξης δὲ ἐς γέλωτά τε ἔτρεψε καὶ οὐκ ἐποιήσατο ὀργὴν οὐδεμίαν, ἀλλʼ ἠπίως αὐτὸν ἀπεπέμψατο.
他确实这样回答了,而薛西斯则一笑置之,没有表现出任何愤怒,反而温和地让他离去。
τούτῳ δὲ ἐς λόγους ἐλθὼν Ξέρξης, καὶ ὕπαρχον ἐν τῷ Δορίσκῳ τούτῳ καταστήσας Μασκάμην τὸν Μεγαδόστεω, τὸν δὲ ὑπὸ Δαρείου σταθέντα καταπαύσας, ἐξήλαυνε τὸν στρατὸν διὰ τῆς Θρηίκης ἐπὶ τὴν Ἑλλάδα.
薛西斯与他谈完话后,在这个多里斯科斯任命美加多斯泰斯之子马斯卡梅斯为总督,并免去了大流士先前所任命之人的职务,随后率领军队穿过色雷斯,向希腊进军。