§6.91.1ταῦτα μὲν δὴ ὕστερον ἐγίνετο.
这些事情确实是后来发生的。
Αἰγινητέων δὲ οἱ παχέες ἐπαναστάντος τοῦ δήμου σφι ἅμα Νικοδρόμῳ ἐπεκράτησαν, καὶ ἔπειτα σφέας χειρωσάμενοι ἐξῆγον ἀπολέοντες.
至于埃吉纳的富豪们,当平民与尼科德罗莫斯一同反抗他们时,他们压制了平民,接着在制服他们后,将他们带出去处死。
ἀπὸ τούτου δὲ καὶ ἄγος σφι ἐγένετο, τὸ ἐκθύσασθαι οὐκ οἶοί τε ἐγένοντο ἐπιμηχανώμενοι, ἀλλʼ ἔφθησαν ἐκπεσόντες πρότερον ἐκ τῆς νήσου ἤ σφι ἵλεον γενέσθαι τὴν θεόν.
由此他们也染上了不祥之罪,尽管千方百计,也未能通过祭祀予以消除,反而在女神对他们宽恕之前,就先被驱逐出了该岛。
§6.91.2ἑπτακοσίους γὰρ δὴ τοῦ δήμου ζωγρήσαντες ἐξῆγον ὡς ἀπολέοντες, εἷς δέ τις τούτων ἐκφυγὼν τὰ δεσμὰ καταφεύγει πρὸς πρόθυρα Δήμητρος θεσμοφόρου, ἐπιλαμβανόμενος δὲ τῶν ἐπισπαστήρων εἴχετο·
因为他们活捉了七百名平民,并把他们带出去处死,其中一人挣脱了束缚,逃到律法女神德墨忒尔神庙的前门,紧紧抓住门环不放。
οἳ δὲ ἐπείτε μιν ἀποσπάσαι οὐκ οἷοί τε ἀπέλκοντες ἐγίνοντο, ἀποκόψαντες αὐτοῦ τὰς χεῖρας ἦγον οὕτω, αἱ χεῖρες δὲ ἐκεῖναι ἐμπεφυκυῖαι ἦσαν τοῖσι ἐπισπαστῆρσι.
当他们用力拉他也无法将他拉开时,便砍掉了他的双手,就这样把他带走了,而那双手依然紧紧粘在门环上。